Ancient Greek
1.43.2
Pythagoras Phil., Testimonia 1.43.2
Unproofread scanNot analysed yet
8. CIEM. Al. Strom. I 62 p. 352 P. Πυθαγόρας μὲν οὖν Μνησάρχου Σάμιος, ὡς φησιν Ἰππόβοτος, ὡς δὲ Ἀριστόξενος ἐν τῷ Πυθαγόρου βίῳ καὶ Ἀρίσταρχος [Ἀριστοτέλης Preller] καὶ Θεόπομπος Τυρρηνὸς ἦν, ὡς δὲ Νεάνθης Σύριος ἢ Τύριος. ὥστε εἶναι κατὰ τοὺς πλείστους τὸν Πυθαγόραν βάρβαρον τὸ γένος. DIOG. VIII 1 ὡς Ἀριστόξενος Τυρρηνὸς ἀπὸ μιᾶς τῶν νήσων ἃς κατέσχον Ἀθηναῖοι Τυρρηνούς ἐκβαλόντες [Lemnos, vgl. Neanthes b. Porph. V. P. 2]. DIOG. I 118 Ἀριστόξενος δ’ ἐν τῷ Περὶ Πυθαγόρου καὶ τῶν γνωρίμων αὐτοῦ φησι νοσήσαντα αὐτὸν [Pherekydes] ὑπὸ Πυθαγόρου ταφῆναι ἐν Δήλῳ. PORPHYR. V. P. 9 γεγονότα δ’ ἐτῶν τεσσαράκοντα, φησιν ὁ Ἀριστόξενος, καὶ ὁρῶντα τὴν τοῦ Πολυκράτους τυραννίδα συντονωτέραν οὔσαν, ὥστε καλῶς ἔχειν ἐλευθέρῳ ἀνδρὶ τὴν ἐπιστάσιαν τε καὶ δεσποτείαν [μὴ] ὑπομένειν, οὕτως δὴ τὴν εἰς Ἰταλίαν ἄπαρσιν ποιήσασθαι. THEOL. arith. (aus Anatolios) p. 40 Ast. Ἀνδροκίδης δὲ ὁ Πυθαγορικὸς ὁ Περὶ τῶν συμβόλων γράψας καὶ Εὐβουλίδης ὁ Πυθαγορικὸς καὶ Ἀριστόξενος καὶ Ἰππόβοτος καὶ Νεάνθης οἱ (τά) κατὰ τὸν ἄνδρα ἀναγράψαντες ὅτι ἐτεσι τὰς μετεμψυχώσεις τὰς αὐτῶ συμβεβηκυίας ἔγραψαν γεγονέναι (207 Jahre Diog. VIII 14, 462 Comm. Luc. Bern. 289, 12 Us. vgl. Rohde Psych. II² 419). DIOG. VIII 4 τοῦτόν [Pythagoras] φησιν Ἡρακλείδης ὁ Ποντικὸς [fr. 37 Voss.] περὶ αὐτοῦ τάδε λέγειν, ὡς εἴη ποτὲ γεγονὼς Αἰθαλίδης καὶ Ἐρμουῦ υἱὸς νομισθείη· τὸν δὲ Ἐρμὴν εἰπεῖν αὐτῷ ἐλέσθαι ὅ τι ἂν βούληται πλὴν ἀθανασίας. αἰτήσασθαι οὖν ζῶντα καὶ τελευτῶντα μνήμην ἔχειν τῶν συμβαινόντων. ἐν μὲν οὖν τῇ ζωῇ πάντων διαμνημονεύσαι· ἐπεὶ δὲ ἀποθάνοι, τηρῆσαι τὴν αὐτὴν μνήμην. ὁ δ’ ὕστερον εἰς Εὐφόρβον ἐλθεῖν καὶ ὑπὸ Μενέλεως τραφῆναι. ὁ δ’ Εὐφόρβος ἔλεγεν, ὡς Αἰθαλίδης ποτὲ γεγονόι καὶ ὅτι παρ’ Ἐρμουῦ τὸ δῶρον λάβοι καὶ τὴν τῆς ψυχῆς περιπόλησιν, ὡς περιεπολῆθη καὶ εἰς ὅσα φυτὰ καὶ ζῷια παρεγένετο καὶ ὅσα ἡ ψυχὴ ἐν τῷ Ἀιδῷ ἐπαθε καὶ αἱ λοιπαὶ τινα ὑπομένουσιν. (5) ἐπειδὴ δὲ Εὐφόρβος ἀποθάνοι, μεταβῆναι τὴν ψυχὴν αὐτοῦ εἰς Ἐρμότιμον, ὃς καὶ αὐτὸς πᾶσιν θέλων δοῦναι ἐπανῆλθεν εἰς Βοαγγίδας καὶ εἰσελθὼν εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερὸν ἐπέδειξεν ἥν Μενέλαος ἀνέθηκεν ἀσπίδα (ἐφη γὰρ αὐτόν, ὅτ’ ἀπέπλει ἐκ Τροίας, ἀναθεῖναι τῷ Ἀπόλλωνι τὴν ἀσπίδα) διασεσηπυίαν ἤδη, μόνον δὲ διαμένον τὸ ἐλεφάντινον πρόσωπον. ἐπειδὴ δὲ Ἐρμότιμος ἀπέθανε, γενέσθαι Πύρρον τὸν Δήλιον ἀλίεα· καὶ πάντα πάλιν μνημονεύειν, πῶς πρόσθεν Αἰθα-