Ancient Greek
2.38.1
Pythagoras Phil., Testimonia 2.38.1
Unproofread scanNot analysed yet
1. HEROD. II 123 πρώτοι δὲ καὶ τόνδε τὸν λόγον Αἰγύπτιοί εἰσι οἱ εἰπόντες, ὡς ἀνθρώπου ψυχὴ ἀθάνατός ἐστι. τοῦ σώματος δὲ καταφθίνοντος εἰς ἄλλο ζῷον αἰεὶ γινόμενον ἐσδύεται, ἐπεὴν δὲ πάντα περιέλθῃ τὰ χερσαῖα καὶ τὰ θαλάσσια καὶ τὰ πετεινά, αὖθις εἰς ἀνθρώπου σῶμα γινόμενον ἐσδύνειν. τὴν περίηλυσιν δὲ αὐτῇ γίνεσθαι ἐν τρισχιλίοις ἔτεσι. τούτῳ τῷ λόγῳ εἰσὶ οἱ Ἑλλήνων ἐχρήσαντο. οἱ μὲν πρότερον οἱ δὲ ὕστερον, ὡς ἰδίῳ ἐωυτῶν ἔοντι· τῶν ἐγὼ εἰδὼς τὰ οὐνόματα ἰοῦ γράφω. 1181 οὐ μέντοι ἐς γε τὰ ἰρὰ [der Ägypter] ἐσφέρεται εἰρίνα οὐδὲ συγκαταθάπτεται σφί· οὐ γὰρ ὁσίον. ὁμολογοῦσι δὲ ταῦτα τοῖσι Ὀρφικοῖσι καλομενοῖσι καὶ Βακχικοῖσι, ἔουσι δὲ Αἰγυπτίοισι [vgl. 123], καὶ Πυθαγορείοισι· οὐδὲ γὰρ τούτων τῶν ὀργίων μετέχοντα ὁσίον ἐστὶ ἐν εἰρινέοισι εἴμασι θάφθηναί. ἔστι δὲ περὶ αὐτῶν ἱρὸς λόγος λεγόμενος.