Ancient Greek
2.39.3
Pythagoras Phil., Testimonia 2.39.3
Unproofread scanNot analysed yet
6. Diog. IX 38 δοκεῖ δὲ (Demokrit), φησὶν ὁ Θρασύλος, ζηλωτὴς γεγενέναι τῶν Πυθαγορικών· ἀλλὰ καὶ αὐτοῦ Πυθαγόρου μέμνηται θαυμάζων αὐτὸν ἐν τῷ ὁμωνύμῳ συγγράμματι [nämlich Πυθαγόρης §46; vgl. 55 A 133. B 11]. πάντα δὲ δοκεῖν παρὰ τούτου λαβεῖν καὶ αὐτοῦ δ᾽ ἂν ἀκηκόεναι, εἰ μὴ τὰ τῶν χρόνων 15 ἐμάχετο. πάντως μέντοι τῶν Πυθαγορικῶν τινὸς ἀκοῦσαι φησιν αὐτὸν Γλαῦκος ὁ Ῥηγῖνος κατὰ τοὺς αὐτοὺς χρόνους αὐτῷ γερονώς. Porph. V. P. 3 Δοῦρις δ᾽ ὁ Σάμιος ἐν δευτέρῳ τῶν Ὠρῶν [PHG II 482 fr. 56] παῖδά τ᾽ αὐτοῦ (des Py- thagoras) ἀναγράφει Ἀρίμνηστον καὶ διδάσκαλόν φησι γενέσθαι Δημοκρίτου. ἴτον δ᾽ Ἀρίμνηστον κατελθόντ᾽ ἀπὸ τῆς φυγῆς χαλκοῦν ἀνάθημα τῷ ἱερῷ τῆς Ἠρας 20 ἀναθεῖναι τὴν διάμετρον ἔχον ἐγγὺς δύο πήχεων, οὗ ἐπίγραμμα ἦν ἐγγεγραμμένον τόδε: