Ancient Greek
2.40.2
Pythagoras Phil., Testimonia 2.40.2
Unproofread scanNot analysed yet
8. CLEM. Al. Strom. I 62 p. 352 P. Πυθαγόρας μὲν οὖν Μνησάρχου Σάμιος, ὡς φησὶν Ἰππόβοτος, ὡς δὲ Ἀριστόξενος ἐν τῷ Πυθαγόρου βίῳ [FHG II 272 fr. 1] καὶ Ἀρίσταρχος [Ἀριστοτέλης Preller, fr. 190 Rose] καὶ Θεόπομπος [FHG I 287 fr. 67] Τυρρηνὸς ἦν, ὡς δὲ Νεάνθης [FHG III 5 fr. 17] Σύριος ἢ Τύριος. ὥστε εἶναι κατὰ10τοὺς πλείστους τὸν Πυθαγόραν βάρβαρον τὸ γένος. DIOG. VIII 1 ὡς Ἀριστόξενος, Τυρρηνὸς ἀπὸ μιᾶς τῶν νήσων ἃς κατέσχον Ἀθηναῖοι Τυρρηνοὺς ἐκβαλόντες [Lemnos, vgl. Neanthes b. Porph. V. P. 2]. DIOG. 1118 Ἀριστόξενος δ' ἐν τῷ Περὶ Πυθαγόρου καὶ τῶν γνωρίμων αὐτοῦ [a. O. fr. 3] φησὶ νοσήσαντα αὐτὸν [Pherekydes S. 71 A 1] ὑπὸ Πυθαγόρου ταφῆναι ἐν Ἄγλῃ. PORPHYR. V. P. 9 γε-15γονότα δ' ἐτῶν τεσσαράκοντα φησὶν ὁ Ἀριστόξενος [a. O. fr. 4] καὶ ὁρῶντα τὴν τοῦ Πολυκράτους τυραννίδα συντονωτέραν οὖσαν, ὥστε καλῶς ἔχειν ἐλευθέρῳ ἀνδρὶ τὴν ἐπιστάσιάν τε καὶ δεσποτείαν [μὴ] ὑπομένειν, οὕτως δὴ τὴν εἰς Ἰταλίαν ἀπαροὺν ποιήσασθαι. THEOL. ARITHM. (aus Anatolios) p. 40 Ast. Ἀνδροκύδης δὲ ὁ Πυθαγορικὸς ὁ Περὶ τῶν συμβόλων γράψας καὶ Εὐβουλίδης ὁ Πυθαγορικὸς καὶ20Ἀριστόξενος καὶ Ἰππόβοτος καὶ Νεάνθης οἱ (τὰ) κατὰ τὸν ἄνδρα ἀναγράψαντες ὅτις ἔτεσι τὰς μετεμψυχώσεις τὰς αὐτῷ συμβεβηκυίας ἔφασαν γεγονέναι (207 Jahre Diog. VIII 14, 462 Jahre Comm. Lucan. Bern. 289, 12 Us. [vgl. 11 A 10]). DIOG. VIII 4 τούτων [Pythagoras] φησὶν Ἡρακλείδης ὁ Ποντικὸς [fr. 37 Voss. ,vgl. 71 B 8] περὶ αὐτοῦ τάδε λέγειν, ὡς εἴη ποτὲ γεγονὼς Αἰθαλίδης καὶ Ἐρμιοῦ υἱὸς νομισθείη· 25τὸν δὲ Ἐρμὴν εἰπεῖν αὐτῷ ἐλέσθαι ὅ τι ἂν βούληται πλὴν ἀθανασίας. αἰτήσασθαι οὖν ζῶντα καὶ τελευτῶντα μνήμην ἔχειν τῶν συμβαινόντων. ἐν μὲν οὖν τῇ ζωῇ πάντων διαμνημονεύσαι· ἐπεὶ δὲ ἀποθάνοι, τηρήσαι τὴν αὐτὴν μνήμην. χρόνῳ δ' ὕστερον εἰς Εὐφορβον ἐλθεῖν καὶ ὑπὸ Μενέλεω τρωθῆναι. ὁ δ' Εὐφορβος ἐλε-γεν, ὡς Αἰθαλίδης ποτὲ γεγονόι, καὶ ὅτι παρ' Ἐρμιοῦ τὸ δῶρον λάβοι καὶ τὴν τῆς30ψυχῆς περιπόλησιν, ὡς περιεπολήθη καὶ εἰς ὅσα φυτὰ καὶ ζῷα παρεγένετο καὶ ὅσα ἢ ψυχὴ ἐν τῷ Ἀίδῃ ἔπαθε καὶ αἱ λοιπαί τίνα ὑπομένουσιν. (5) ἐπειδὴ δὲ Εὐφορβος ἀποθάνοι, μεταβῆναι τὴν ψυχὴν αὐτοῦ εἰς Ἐρμότιμον, ὃς καὶ αὐτὸς πίστιν θέλων δοῦναι ἐπανῆλθεν εἰς Βραγχίδας καὶ εἰσελθὼν εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερὸν ἐπέδειξεν ἣν Μενέλαος ἀνέθηκεν ἀσπίδα (ἔφη γὰρ αὐτόν, ὅτ' ἀπέπλει ἐκ Τροίας, ἀναθεῖναι τῷ Ἀπόλλωνι τὴν ἀσπίδα) διασεσηπυῖαν ἤδη, μόνον δὲ δια-35μένον τὸ ἐλεφάντινον πρόσωπον. ἐπειδὴ δὲ Ἐρμότιμος ἀπέθανε, γενέσθαι Πύρρον τὸν Δήλιον ἀλίαν· καὶ πάντα πάλιν μνημονεύειν, πῶς πρόσθεν Αἰθαλίδης, εἴτ' Εὐφορβος, εἴτα Ἐρμότιμος, εἴτα Πύρρος γένοιτο. ἐπειδὴ δὲ Πύρρος ἀπέθανε, γε-νέσθαι Πυθαγόραν καὶ πάντων τῶν εἰρημένων μεμνῆσθαι.