Ancient Greek
1.298.3 to 1.298.13
Pythagoristae (D-K), Testimonia Et Fragmenta 1.298.3-13
Unproofread scanNot analysed yet
ἕτεροι δὲ τῶν αὐτῶν τούτων τὰς ἀρχὰς δέκα λέγουσιν εἶναι τὰς κατὰ συστοιχίαν λεγομένας· πέραν καὶ ἄπειρον περιττόν καὶ ἄρτιον ἕν καὶ πλῆθος δεξιὸν καὶ ἀριστερόν ἄρρεν καὶ θῆλυ ἥρεμοῦν καὶ κινούμενον εὐθὺ καὶ καμπύλον φῶς καὶ σκότος ἀγαθὸν καὶ κακόν τετράγωνον καὶ ἑτερόμηκες. ὅπερ τρόπον ἔοικε καὶ Ἀλκμαίων ὁ Κροτωνιάτης [s. S. 103, 19] ὑπολαβεῖν καὶ ἦτοι οὗτος παρ' ἐκείνων ἢ ἐκεῖνοι παρὰ τούτου παρέλαβον τὸν λόγον τοῦτον· καὶ γὰρ ἐγένετο τὴν ἡλικίαν Ἀλκμαίων (νέος) ἐπὶ γέροντι Πυθαγόρᾳ, ἀπεφήνατο