Ancient Greek
1.299.2
Pythagoristae (D-K), Testimonia Et Fragmenta 1.299.2
Unproofread scanNot analysed yet
τῶν μὲν οὖν παλαιῶν καὶ πλείων λεγόντων τὰ στοιχεῖα τῆς φύσεως ἐκ τούτων ἱκανόν ἐστι θεωρῆσαι τὴν διάνοιαν· εἰσὶ δὲ τίνες οἱ περὶ τοῦ παντὸς ὡς ἂν μιᾶς οὐσίας φύσεως ἀπεφήναντο, τρόπον δὲ οὐ τὸν αὐτὸν πάντες οὔτε τοῦ καλῶς οὔτε τοῦ κατὰ τὴν φύσιν. εἰς μὲν οὖν τὴν νῦν σκέψιν τῶν αἰτιῶν οὐδαμῶς συναρμόττει περὶ αὐτῶν ὁ λόγος· οὐ γὰρ ὥσπερ ἔνιοι τῶν φυσιολόγων ἐν ὑποθέμενοι τὸ ὂν ὅμως γεννώσιν ὡς ἐξ ὑλῆς τοῦ ἑνός, ἀλλ’ ἕτερον τρόπον οὕτω λέγουσιν· ἐκεῖνοι μὲν γὰρ προστιθέασιν κίνησιν, γεννῶντες γε τὸ πᾶν, οὗτοι δὲ ἀκίνητον εἶναι φασιν.