Ancient Greek
1.299.6 to 1.300.3
Pythagoristae (D-K), Testimonia Et Fragmenta 1.299.6-1.300.3
Unproofread scanNot analysed yet
9. ——M 6. 1080b 16 καὶ οἱ Πυθαγόρειοι δ’ ἕνα, τὸν μαθηματικὸν [nämlich ἀριθμόν], πλὴν οὐ κεχωρισμένον ἀλλ’ ἐκ τούτου τὰς αἰσθητὰς οὐσίας συνεστάναι φασίν. τὸν γὰρ ὅλον οὐρανὸν κατασκευάζουσιν ἐξ ἀριθμῶν πλὴν οὐ μοναδικῶν, ἀλλὰ τὰς μονάδας ὑπολαμβάνουσιν ἔχειν μέγεθος· ὅπως δὲ τὸ πρῶτον ἕν συνέστη ἔχον μέγεθος, ἀπορεῖν ἐοίχασιν. 10. ——S 8. 1083b 8 ὁ δὲ τῶν Πυθαγορείων τρόπος τῇ μὲν ἐλάττους ἔχει δυσχερείας τῶν πρότερον εἰρημένων, τῇ δὲ ἰδίας ἑτέρας. τὸ μὲν γὰρ μὴ χωριστὸν ποιεῖν τὸν ἀριθμὸν ἀφαιρεῖται πολλὰ τῶν ἀδυνάτων· τὸ δὲ τὰ σώματα ἐξ ἀριθμῶν εἶναι συγκεῖμενα, καὶ τὸν ἀριθμὸν τοῦτον εἶναι μαθηματικόν, ἀδύνατόν ἐστιν. οὔτε γὰρ ἄτομα μεγέθη λέγειν ἀληθές· εἴθ’ ὅτι μά- λυστα τοῦτον ἔχει τὸν τρόπον, οὐχ αἱ γε μονάδες μέγεθος ἔχουσιν. μέγεθος δ’ ἐξ ἀδιαιρετῶν συγχεῖσθαι πῶς δυνατόν; ἀλλὰ μὴν ὁ γ’ ἀριθμητικὸς ἀριθμὸς μοναδικὸς ἐστίν. ἐκεῖνοι δὲ τὸν ἀριθμὸν τὰ ὄντα λέγουσιν· τὰ γοῦν θεωρήματα προσάπτουσι τοῖς σώμασιν ὡς ἐξ ἐκείνων ὄντων τῶν ἀριθμῶν. 11. ——Λ 7. 1072b30 ὅσοι δὲ ὑπολαμβάνουσιν, ὥσπερ οἱ Πυθαγόρειοι καὶ Σπεύσιππος, τὸ κάλλιστον καὶ ἀρίστον μὴ ἐν ἀρχῇ εἶναι, διὰ τὸ καὶ τῶν φυτῶν καὶ τῶν ζῴων τὰς ἀρχὰς αἰτία μὲν εἶναι, τὸ δὲ καλὸν καὶ τέλειον ἐν τοῖς ἐκ τούτων, οὐχ ὁρθῶς οἴονται. 12. ——Λ 6. 987b10 τὴν δὲ μέθεξιν τοὔνομα μόνον μετέβαλεν [Platon]. οἱ μὲν γὰρ Πυθαγόρειοι μιμήσει τὰ ὄντα φασιν εἶναι τῶν ἀριθμῶν, Πλάτων δὲ μέθεξι. τὴν μέντοι γε μέθεξιν ἢ τὴν μίμησιν ἥτις ἂν εἴη τῶν εἰδῶν, ἀφεῖσαν ἐν κοινῷ ζητεῖν.