Ancient Greek
1.300.5
Pythagoristae (D-K), Testimonia Et Fragmenta 1.300.5
Unproofread scanNot analysed yet
14. THEOPHR. metaph. 33 (S. XI*27 Usener) Πλάτων δὲ καὶ οἱ Πυθαγόρειοι μακρὰν τὴν ἀπόστασιν ἐπιγνοῦσιντες τῶν ἀρχῶν οἴονται τὸ ἐν) μιμεῖσθαι γ’ ἐθέλεν ἅπαντα. καίτοι καθάπερ ἀντιθεσίν τινα ποιοῦσιν τῆς ἀορίστου δυάδος καὶ τοῦ ἑνός, ἐν ᾧ καὶ τὸ ἀπείρον καὶ τὸ ἄτακτον καὶ πᾶσα ὡς εἰπεῖν ἀμορφία καθ’ αὐτήν. ὅλως οὖχ οἷόν τε ἄνευ ταύτης τὴν τοῦ ὅλου φύσιν [πᾶσιν. εἶναι], ἀλλ’ οἷον ἰσομοιρεῖν ἢ καὶ ὑπερέχειν τῆς ἑτέρας ἢ καὶ τὰς ἀρχὰς ἐναντίας. διὸ καὶ οὐδὲ τὸν θεόν, ὅσοι τῷ θεῷ τὴν αἰτίαν ἀνάπτουσιν, δύνασθαι πάντ’ εἰς τὸ ἄριστον ἄγειν, ἀλλ’ εἴπερ, ἕφ’ ὅσον ἐνδέχεται.