Ancient Greek
1.301.8
Pythagoristae (D-K), Testimonia Et Fragmenta 1.301.8
Unproofread scanNot analysed yet
Δ Α Ε ᾿ἔστω τρίγωνον τὸ ΑΒΓ, καὶ ἡχθῶ διὰ τοῦ Α τῇ ΒΓ παράλληλος ἡ ΔΕ. ἐπεὶ οὖν παράλληλοι εἰσίν αἱ ΒΓ ΔΕ, καὶ αἱ ἐναλλάξ ἴσαι εἰσίν· ἴση ἄρα ἡ μὲν ὑπὸ ΔΑΒ τῇ ὑπὸ ΑΒΓ, ἡ δὲ ὑπὸ ΕΑΓ τῇ ὑπὸ ΑΓΒ. κοινὴ προσκείσθω ἡ ΒΑΓ. αἱ ἄρα ὑπὸ ΔΑΒ ΒΑΓ ΓΑΕ, τοὔτεστιν αἱ ὑπὸ ΔΑΒ ΒΑΕ, τοὔτεστιν αἱ δύο ὀρθαὶ ἴσαι εἰσὶ ταῖς τοῦ ΑΒΓ τριγώνου τρισὶ γωνίαις. αἱ ἄρα τρεῖς τοῦ τριγώνου δύο ὀρθαῖς ἴσαι εἰσίν.