Ancient Greek
1.304.1
Pythagoristae (D-K), Testimonia Et Fragmenta 1.304.1
Unproofread scanNot analysed yet
δὲ ἀρτίων ὁμοίως περιτιθεμένων ἑτερομήκεις καὶ ἄνισοι πάντες ἀποβαίνουσιν, ἴσος δὲ ἰσάκις οὐδεὶς. SIMPL. phys. (z. d. St.) 455, 20 οὕτω [die Pythagoreer] τὸ ἄπειρον τῶν ἀρτίων ἀριθμῶν ἔλεγον διὰ τὸ πᾶν μὲν ἀρτίον, ὡς φασιν οἱ ἐξηγηταί, εἰς ἴσα διαιρεῖσθαι, τὸ δὲ εἰς ἴσα διαιρούμενον ἄπειρον κατὰ τὴν διχοτομίαν· ἡ γὰρ εἰς ἴσα καὶ ἡμὶς διαιρέσεις ἐπ’ ἄπειρον· τὸ δὲ περιττὸν προστεθὲν περαίνει αὐτό· κωλύει γὰρ αὐτοῦ τὴν εἰς τὰ ἴσα διαίρεσιν. . . . δῆλον ὅτι οὐκ ἐπ’ ἀριθμῶν ἀλλ’ ἐπὶ μεγεθῶν λαμβάνουσι τὴν ἐπ’ ἄπειρον τομήν.