Ancient Greek
1.304.3
Pythagoristae (D-K), Testimonia Et Fragmenta 1.304.3
Unproofread scanNot analysed yet
30. ——Δ 6. 213b 22 εἶναι δ’ ἔφασαν καὶ οἱ Πυθαγόρειοι κενόν, καὶ ἐπεισιέναι αὐτῷ τῷ οὐρανῷ ἐκ τοῦ ἀπείρου πνεύματος ὡς ἀναπνέοντι καὶ τὸ κενόν, ὁ διορίζει τὰς φύσεις, ὡς (αἰτίον) ὄντος τοῦ κενοῦ χωρισμοῦ τινος τῶν ἐφεξῆς καὶ τῆς διορίσεως· καὶ τοῦτ’ εἶναι πρῶτον ἐν τοῖς ἀριθμοῖς· τὸ γὰρ κενὸν διορίζει τὴν φύσιν αὐτῶν. STOB. Ecl. I 18, 1 c [D. 316] nach d. St. ἐν δὲ τῷ Περὶ τῆς Πυθαγόρειοι φιλοσοφίας πρώτῳ γράφει τὸν μὲν οὐρανὸν εἶναι ἕνα, ἐπειαγέσθαι δὲ ἐκ τοῦ ἀπείρου χρόνου τε καὶ πνοῆς καὶ τὸ κενόν, ὁ διορίζει ἑκάστων τὰς χώρας ἀεί. AR. de caelo B 2. 284b 6 ἐπειδὴ δὲ τινὲς εἰσιν οἱ φασιν εἶναι τι δεξιὸν καὶ ἀριστερὸν τοῦ οὐρανοῦ, καθάπερ οἱ καλούμενοι Πυθαγόρειοι (ἔκεινῶν γὰρ οὕτος ὁ λόγος ἐστίν) κτλ. SIMPL. z. d. St. 356, 20 τὸ γοῦν δεξιὸν καὶ ἄνω καὶ ἔμπροσθεν καὶ ἀγαθὸν ἐκάλουν, τὸ δὲ ἀριστερὸν καὶ κάτω καὶ ὀπίσθεν καὶ κακὸν ἔλεγον, ὡς αὐτὸς Ἀριστοτέλης ἱστόρησεν ἐν τῷ τῶν Πυθαγορείων ἀρεσκότων συναγωγῇ.