Ancient Greek
1.307.4
Pythagoristae (D-K), Testimonia Et Fragmenta 1.307.4
Unproofread scanNot analysed yet
ὦ θεοί, πόθεν ἔστέ, πόθεν τοιούδ’ ἐγένεσθε; ἄνθρωποι, πόθεν ἔστε, πόθεν κακοὶ ὧδ’ ἐγένεσθε; ταῦτα καὶ τοιαῦτά ἐστι τὰ τούτου τοῦ γένους ἀκούσματα· ἕκαστον γὰρ τῶν τοιούτων μάλιστα τί ἐστιν. ἔστι δ’ αὕτη ἡ αὐτὴ τῇ τῶν ἐπτά σοφιστῶν λεγομένῃ σοφίᾳ. καὶ γὰρ ἐκεῖνοι ἐζήτουν οὐ τί ἐστι τάγαθόν, ἀλλὰ τί μάλιστα; οὐδὲ τί τὸ χαλεπόν, ἀλλὰ τί τὸ χαλεπώτατον; ὅτι τὸ αὐτὸν γνῶναί ἐστιν· οὐδὲ τί τὸ ῥάδιον, ἀλλὰ τί τὸ ῥάιστον; ὅτι τὸ ἕθει χρήσθαι. τῇ