Ancient Greek
1.310.4
Pythagoristae (D-K), Testimonia Et Fragmenta 1.310.4
Unproofread scanNot analysed yet
3. IAML. V. Pyth. 174—176 (ἐτι τοίνυν ἀνυσωτάτον πρὸς τὴν τῆς δικαιοσύνης κατάστασιν ὑπέλαμβανεν εἶναι τὴν τῶν θεῶν ἀρχήν, ἀνωθὲν τε ἀπ̓ ἐκείνης πολιτείας καὶ νόμους, δικαιοσύνην τε καὶ τὰ δίκαια διέθηκεν.) οὐ 40 χείρον δὲ καὶ τὰ καθ̓ ἕκαστον ὅπως διώρισε προσθεῖναι. τὸ διανοεῖσθαι περὶ τοῦ θείου, ὡς ἐστι τε καὶ πρὸς τὸ ἀνθρώπινον γένος οὕτως ἔχει, ὡς ἐπιβλέπειν καὶ μὴ ὀλιγωρεῖν αὐτοῦ, χρησίμον εἶναι ὑπέλαμβανον οἱ Πυθαγόρειοι παῤ ἐκείνου μαθόντες. δεῖσθαι γὰρ ἡμᾶς ἐπιστάσεις τοιαύτης, ἢ κατὰ μηδὲν ἀνταλρεῖν ἀξιώσομεν, τοιαύτην δ̓ εἶναι τὴν ὑπὸ τοῦ θεοῦ γινομένην· εἴπερ ἐστὶ τὸ θεῖον τοιοῦτον (οἷον) ἀξίων εἶναι τῆς τοῦ σμπαπαντος ἀρχῆς. 45 ὑβριστικὸν γὰρ δἰ φύσει τὸ ζῷον ἔφασαν εἶναι, ὁρθῶς λέγοντες, καὶ ποικίλον κατὰ τε τὰς ὁρμὰς καὶ κατὰ τὰς ἐπιθυμίας καὶ κατὰ τὰ λοιπὰ τῶν παθῶν· δεῖσθαι οὖν τοιαύτης ὑπεροχῆς τε καὶ ἐπανατάσεως, ἀφ̓ ἧς ἔσται σωφροσισμός