Ancient Greek
1.314.2
Pythagoristae (D-K), Testimonia Et Fragmenta 1.314.2
Unproofread scanNot analysed yet
καὶ ἀγνοοῦντες ἀλλήλους οἱ Πυθαγόρικοι ἐπειρῶντο φιλικὰ ἔργα διαπράττεσθαι ὑπὲρ τῶν εἰς ὧν μηδέποτε ἀφιγμένων, ἵνικα τεκμηρίον τι λάβοιεν τοῦ μετέχειν τῶν αὐτῶν λόγων, ὡς’ ἐκ τῶν τοιούτων ἔργων μὴ’ ἐκεῖνον τὸν λόγον ἀπιστεῖσθαι, ὡς ἄρα οἱ σπουδαῖοι ἄνδρες καὶ προσώτατω γῆς οἰκοῦντες φίλοι εἰσὶν ἀλλήλοις, πρὶν ἢ γνώριμοι τε καὶ προσήγοροι γενέσθαι. κατα- 5 χθῆναι γοῦν φασὶ τῶν Πυθαγορικῶν τινὰ μακρὰν καὶ ἐρήμην ὁδὸν βαδίζοντα εἰς τι πανδοκεῖον, ὑπὸ κόπου δὲ καὶ ἄλλης παντοδαπῆς αἰτίας εἰς νόσον μακρὰν τε καὶ βαρείαν ἐμπεσεῖν, ὡςτ’ ἐπιλιπεῖν αὐτὸν τὰ ἐπαῖθδεια. τὸν μέντοι 238 πανδοκέα, εἴτε οἴκτῳ τοῦ ἀνθρώπου εἴτε καὶ ἀποδοχῇ, πάντα παρασχέσθαι, 10 μήτε ὑπουργίας τινὸς φεισάμενον μήτε δαπάνης μηδεμίας. ἐπειδὴ δὲ χρεῖττων ἢν ἢ νόσος, τὸν μὲν ἀποθνησκειν ἐλόμενον γράφαι τι σύμβολον ἐν πίνακι καὶ ἐπιστεῖλαι, ὅπως, ἂν τι πάθῃ, χρημὰς τὴν δέλτον παρὰ τὴν ὁδὸν ἐπισκοπή, εἴ τις τῶν παριόντων ἀναγνωρίσει τὸ σύμβολον· τοῦτον γὰρ ἔφη αὐτὸς ἀποθώσαι τὰ ἀναλώματα, ἄπερ εἰς αὐτὸν ἐποιήσατο, καὶ χάριν ἐκτείσαι ὑπὲρ 15 ἑαυτοῦ. τὸν δὲ πανδοκέα μετὰ τὴν τελευτὴν θάψαι τε καὶ ἐπιμεληθῆναι τοῦ σώματος αὐτοῦ, μὴ μέντοι γε ἐλπίδας ἔχειν τοῦ κομισασθαι τὰ δαπανήματα, μήτι γε καὶ πρὸς εὖ παθεῖν πρὸς τινος τῶν ἀναγνωριούντων τὴν δέλτον. ὅμως μέντοι διαπειράσθαι ἐκπεπληγμένον τὰς ἐντολὰς, ἐκτιθέναι τε ἑκάστοτε εἰς τὸ μέσον τὸν πίνακα. χρόνῳ δὲ πολλῷ ὑστερον τῶν Πυθαγορικῶν τινὰ 20 παριόντα ἐπιστῆναι τε καὶ μαθεῖν τὸν θέντα τὸ σύμβολον, ἐξετάσαι τε τὸ συμβὰν καὶ τῷ πανδοκεῖ πολλῷ πλέον ἀργύριον ἐκτεῖσαι τῶν δεδαπανημένων. 239 Κλεινίαν γε μὴν τὸν Ταραντίνον φασὶ πυθόμενον, ὡς Πρῶρος ὁ Κυρηναῖος, τῶν Πυθαγόρου λόγων ζηλωτὴς ὤν, κινδυνεύει περὶ πάσης τῆς οὐσίας, συλλεξάμενον χρήματα πλεῦσαι ἐπὶ Κυρήνης καὶ ἐπανορθώσασθαι τὰ τοῦ Πρώρου 25 πράγματα, μὴ μόνον τοῦ μειῶσαι τὴν ἑαυτοῦ οὐσίαν ὀλιγωρήσαντα, ἀλλὰ μηδέ τὸν διὰ τοῦ πλοῦ κίνδυνον περισάτанта. τὸν αὐτὸν δὲ τρόπον καὶ Θέστορα τὸν Ποσειδωνιάτην ἀκοὴ μόνον ἰστοροῦντα, ὅτι Θυμαρίδης εἴη Πάριος τῶν Πυθαγορείων, ἵνικα συνέπεσεν εἰς ἀπορίαν αὐτὸν καταστῆναι ἐκ πολλῆς περιουσίας, πλεῦσαι φασιν εἰς τὴν Πάρον, ἀργύριον συγχὸν συλλεξάμενον καὶ ἀνα- 30 κτήσασθαι αὐτῷ τὰ ὑπάρξαντα. vgl. 127 (nach grosser Lücke) καὶ ταῦτα πρὸς ἐκεῖνον [Aristoxenos] εἰπεῖν [der jüngere Dionysios in Korinth] καὶ τὰ περὶ Φυντίαν καὶ Δάμωνα, περὶ τε Πλάτωνος καὶ Ἀρχύτου, καὶ τὰ περὶ Κλεινίαν καὶ Πρώρον. [S. oben S. 276, 30ff.] .