Ancient Greek
1.317.1
Pythagoristae (D-K), Testimonia Et Fragmenta 1.317.1
Unproofread scanNot analysed yet
τὸ ὡς πλεῖστα γίνεσθαι κωλύματα τῆς ἐνεργείας ταύτης. ὑπελάμβανον δ’, ὡς ἔοικεν, ἐκεῖνοι οἱ ἄνδρες περαιορεῖν μὲν δεῖν τὰς τε παρὰ φύσιν γεννήσεις καὶ τὰς μεθ’ ὕβρεως γιγνομένας, καταλιμπάνειν δὲ τῶν κατὰ φύσιν τε καὶ μετὰ σωφροσύνης γινομένων τὰς ἐπὶ τεχνοποιίᾳ σώφρονί τε καὶ νομίμωι 5 γινομένας. ὑπελάμβανον δὲ δεῖν πολλὴν πρόνοιαν ποιεῖσθαι τοὺς τεχνοποιουμένους τῶν ἐσομένων ἐκγόνων. πρώτην μὲν οὖν εἶναι καὶ μεγίστην πρόνοιαν τὸ προσάγειν αὐτὸν πρὸς τὴν τεχνοποιίαν σωφρόνως τε καὶ ὑγιεινῶς βεβιωκότα τε καὶ ζῶντα, καὶ μήτε πληρώσει χρωμένον τροφῆς ἀκαίρας, μήτε προσφερόμενον τοιαῦτα, ἀφ’ ὧν χειροὺς αἱ τῶν σωμάτων ἕξεις γίνονται, μήτι 10 δὴ μεθύοντα γε, ἀλλ’ ἥκιστα πάντων· ὡ̃ιοντο γὰρ ἐκ φαύλης τε καὶ ἀσυμφώνου καὶ ταραχώδους κρασέως μοχθηρὰ γίνεσθαι τὰ σπέρματα. καθόλου δὲ 212 παντελῶς ὡ̃ιοντο ραιθύμου τινὸς εἶναι καὶ ἀπροσκέπτου, τὸν μέλλοντα ζωιοποιεῖν καὶ ἄγειν τινὰ εἰς γένεσιν τε καὶ οὐσίαν τούτων μὴ μετὰ σπουδῆς πάσης προορᾶν, ὅπως ἔσται ὡς χαριστάτη τῶν γινομένων ἢ εἰς τὸ εἶναι τε καὶ τὴν 15 ἀφίξις, ἀλλὰ τοὺς μὲν φιλόκνας μετὰ πάσης σπουδῆς ἐπιμελεῖσθαι τῆς σκυλακείας, ὅπως ἐξ ὧν δεῖ καὶ ὅτε δεῖ καὶ ὡς δεῖ διακειμένων προσηγὴ γίνηται τὰ σκυλάκια, ὡσαύτως δὲ καὶ τοὺς φιλόρνιθας, δῆλον δ’ ὅτι καὶ τοὺς λοιποὺς τῶν ἐσπονδακόντων περὶ τὰ γενναῖα τῶν ζώων πᾶσαν ποιεῖσθαι σπουδὴν περὶ τοῦ μὴ εἰκῇ γίνεσθαι τὰς γεννήσεις αὐτῶν, τοὺς δ’ ἀνθρώπους μηδὲν λόγον ποιεῖσθαι τῶν ἰδίων ἐκγόνων, ἀλλ’ ἅμα γεννᾶν εἰκῇ τε καὶ ὡς ἔτυχε σχεδιάζοντας πάντα 20 τρόπον καὶ μετὰ ταῦτα τρέφειν τε καὶ παιδεύειν μετὰ πάσης ὀλιγωρίας. ταύτην γὰρ εἶναι τὴν ἰσχυροτάτην τε καὶ σαφεστάτην αἰτίαν τῆς τῶν πολλῶν ἀνθρώπων κακίας τε καὶ φαυλότητος· βωσχηματωθὴ γὰρ καὶ εἰκαίαν τινὰ γίνεσθαι τὴν τεχνοποιίαν παρὰ τοῖς πολλοῖς. (τοιούτα τὰ ὑφηγήματα καὶ ἐπι- 25 τηδεύματα παρὰ τοῖς ἀνδράσιν ἐκείνοις διὰ λόγων τε καὶ ἔργων ἠσκεῖτο περὶ σωφροσύνης, ἀνθὲν παρεῖλφούσιν αὐτοῖς τὰ παραγγέλματα ὡσπερ τινὰ πυθόχηρστα λόγια παρ’ αὐτοῦ Πυθαγόρου).