Ancient Greek
1.317.3
Pythagoristae (D-K), Testimonia Et Fragmenta 1.317.3
Unproofread scanNot analysed yet
Zu §209—213 vgl. Ocellus 4, 9—14 (aus derselben Bearbeitung wie Iambl.) und den z. Th. treueren Auszug Stob. fl. (III) t. 101,4 M. ἐκ τῶν Ἀριστοξένου 40 Πυθαγορείου [fr. 20]. περὶ δὲ γενέσεως παίδων τάδε ἔλεγε· καθόλου μὲν φυλάττεσθαι τὸ καλούμενον προφερές· οὔτε γὰρ τῶν φυτῶν οὔτε τῶν ζώων εὐκαρπα τὰ προφερὴ γίγνεσθαι· ἀλλὰ χρόνον τινὰ προπαρασκευάζεσθαι τῆς καρποφορίας, ἐν ᾧ ἐξισχύναντα καὶ τετελειωμένα τὰ σώματα παρέχεν τα τε σπέρματα καὶ τοὺς καρποὺς δεδύνηται. πολλὰ δὲ εἶναι ἐν τῶι (βίωι) ἐν 45 οἷς ἢ ὀμμαθία ἐστι βελτίων οἷον καὶ τὸ τοῦ ἀφροδισιάζειν πρᾶγμα. δεόν οὖν ἐστι παίδας οὕτως ἄγεσθαι διὰ τῶν ἀσχημάτων ἀσχόλους, ὥστε μὴ μόνον μὴ ζητεῖν, ἀλλ’ εἰ δυνατόν μηδὲ εἰδέναι τὴν τοιαύτην συνουσίαν ἐντὸς τῶν εἴκοσιν ἐτῶν· ὅταν δὲ καὶ εἰς τοῦτο ἀφίκηται, σπανίοις εἶναι χρηστέον τοῖς ἀφροδισίοις·