Ancient Greek
2.286.2
Pythagoristae (D-K), Testimonia Et Fragmenta 2.286.2
Unproofread scanNot analysed yet
2. STOB. I PR. 6 [P. 20,1 W.] ἐκ τῶν Ἀριστοξένου Περὶ ἀριθμητικῆς [FHG II 289, fr. 81]. τὴν δὲ περὶ τοὺς ἀριθμοὺς πραγματείαν μάλιστα πάντων τιμῆσαι δοκεῖ Πυθαγόρας καὶ προσαγαγεῖν εἰς τὸ πρόσθεν ἀπαγαγὼν ἀπὸ τῆς τῶν ἐμπόρων χρείας, πάντα τὰ πράγματα ἀπεικάζων τοῖς ἀριθμοῖς. τὰ τε γὰρ ἄλλα ἀριθμὸς ἔχει καὶ λόγος ἐστὶ πάντων τῶν ἀριθμῶν πρὸς ἀλλήλους. (καὶ ἄλλοι μὲν ἄλλων), Αἰγύπτιοι δὲ Ἑρμοῦ φασιν εὑρῆμα, ὃν καλοῦσι Θωθ· οἱ δὲ ἐκ τῶν θεῶν περιφορῶν ἐπινοηθῆναι [Philippus Epin. 978 C]. μονὰς μὲν οὖν ἐστὶν ἀρχὴ ἀριθμοῦ, ἀριθμὸς δὲ τὸ ἐκ τῶν μονάδων πλήθος συγκεῖμενον. τῶν δὲ ἀριθμῶν ἄρτιοι μὲν εἰσὶν οἱ εἰς ἴσα διαιρούμενοι, περιττοὶ δὲ οἱ εἰς ἄνισα καὶ μέσον ἔχοντες. οὕτως ἐν περισάσι ἡμέραις αἱ κρίσεις τῶν νοσημάτων γίνεσθαι δοκοῦσι καὶ αἱ μεταβολαί. ὅτι ὁ περιττὸς καὶ ἀρχὴν καὶ τελευτὴν καὶ μέσον ἔχει, ἀρχῆς καὶ ἄκμης καὶ παρακμῆς ἐχόμεναι. Vgl. ARIST. METAPHYS. M 8. 1083b28.