Ancient Greek
2.287.1
Pythagoristae (D-K), Testimonia Et Fragmenta 2.287.1
Unproofread scanNot analysed yet
οὐρανοῦ [s. 45 B 37] καὶ ἐν ταῖς τῶν Πυθαγορικῶν δόξαις ἀκριβέστερον. 75. 15 τῆς δὲ τάξεως τῆς ἐν τῷ οὐρανῷ, ἣν ἐποίουντο τῶν ἀριθμῶν οἱ Πυθαγόρειοι, μνημονεύει ἐν τῷ δευτέρῳ Περὶ τῆς Πυθαγορικῶν δόξης. [ARIST.] M. Mor. A 1. 1182ᵃ11 πρῶτος μὲν οὖν ἐνεχείρησε Πυθαγόρας περὶ ἀρετῆς εἰπεῖν, οὐκ ὀρθῶς δέ· τὰς γὰρ ἀρετὰς εἰς τοὺς ἀριθμοὺς ἀνῆγεν οὐκ οἰκείαν τῶν ἀρετῶν τὴν θεωρίαν ἐποιεῖτο· οὐ γὰρ ἐστὶν ἡ δικαιοσύνη ἀριθμὸς ἰσάκις ἴσος. ARIST. Metaph. M 3. 1078ᵇ21 οἱ δὲ Πυθαγόρειοι πρότερον περὶ τινων ὀλίγων, ὧν τοὺς λόγους εἰς τοὺς ἀριθμοὺς ἀνῆπτον, οἷον τί ἐστι καιρὸς ἢ τὸ δίκαιον ἢ γάμος, ἐκεῖνος [Demokrit] δ' εὐλόγως ζητεῖ τὸ τί ἐστιν. Eth. Nic. E 8. 1132ᵇ21 δοκεῖ δέ τισι καὶ τὸ ἀντιπεπονθὸς εἶναι ἀπλῶς δίκαιον, ὥσπερ οἱ Πυθαγόρειοι ἔφασαν· ὡρίζοντο γὰρ ἀπλῶς τὸ δίκαιον τὸ ἀντιπεπονθὸς ἄλλωι.