Ancient Greek
2.287.14
Pythagoristae (D-K), Testimonia Et Fragmenta 2.287.14
Unproofread scanNot analysed yet
τῶν μὲν οὖν παλαιῶν καὶ πλείων λεγόντων τὰ στοιχεῖα τῆς φύσεως ἐκ τούτων ἱκανόν ἐστι θεωρήσαι τὴν διάνοιαν· εἰσὶ δὲ τινες οἱ περὶ τοῦ παντὸς ὡς ἂν μιᾶς οὐσίας φύσεως ἀπεφήναντο, τρόπον δὲ ἑοὺ τὸν αὐτὸν πάντες οὔτε τοῦ καλῶς οὔτε τοῦ κατὰ τὴν φύσιν. εἰς μὲν οὖν τὴν νῦν σκέψιν τῶν αἰτίων οὐδαμῶς συναρμόττει περὶ αὐτῶν ὁ λόγος· οὐ γὰρ ὥσπερ ἔνιοι τῶν φυσιολόγων ἐν ὑποθέμενοι τὸ ὃν ὅμως γεννῶσιν ὡς ἐξ ὑλῆς τοῦ ἑνός, ἀλλ' ἕτερον τρόπον οὗτοι λέγουσιν· ἐκεῖνοι μὲν γὰρ προστιθέασιν κίνησιν, γεννῶντές γε τὸ πᾶν, οὗτοι δὲ ἀκίνητον εἶναι φασιν.