Ancient Greek
2.288.8
Pythagoristae (D-K), Testimonia Et Fragmenta 2.288.8
Unproofread scanNot analysed yet
13. ——987b 22 τὸ μέντοι γε ἐν οὐσίαν εἶναι, καὶ μὴ ἕτερόν γε τι ὂν λέγεσθαι ἕν, παραπλησίως τοῖς Πυθαγορείοις ἔλεγε [Platon] καὶ τὸ τοὺς ἀριθμοὺς αἰτίους εἶναι τοῖς ἄλλοις τῆς οὐσίας ὡσαύτως ἐκείνοις. τὸ δὲ ἀντὶ τοῦ ἀπείρου ὡς ἑνὸς δυάδα ποιῆσαι, τὸ δὲ ἀπειρον ἐκ μεγάλου καὶ μικροῦ, τοῦτ' ἴδιον· καὶ ἐπὶ ὁ μέν τοὺς ἀριθμοὺς παρὰ τὰ αἰσθητά. οἱ δ' ἀριθμοὺς εἶναι φασιν αὐτὰ τὰ πράγματα. καὶ τὰ μαθηματικὰ μεταξὺ τούτων οὐ τιθέασιν. τὸ μὲν οὖν τὸ ἕν καὶ τοὺς ἀριθμοὺς παρὰ τὰ πράγματα ποιῆσαι. καὶ μὴ ὥσπερ οἱ Πυθαγόρειοι καὶ ἡ