Ancient Greek
2.290.2
Pythagoristae (D-K), Testimonia Et Fragmenta 2.290.2
Unproofread scanNot analysed yet
21. ——fr. 88 Speng. Procl. S. 379, 2 zu Eucl. I 32 παντὸς τριγώνου μιᾶς τῶν πλευρῶν προσεκληθείσης ἢ ἐκτὸς γωνία δυσὶ ταῖς ἐντὸς καὶ ἀπεναντίον ἴση ἐστὶ· καὶ αἱ ἐντὸς τοῦ τριγώνου τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν) Εὐδήμος δὲ ὁ Περιπατητικὸς εἰς τοὺς Πυθαγορείους ἀναπέμπει τὴν τοῦδε τοῦ θεωρήματος εὑρεσιν, ὅτι τρίγωνον ἄπαν δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς ἐντὸς γωνίας καὶ δεικνύναι φησὶν αὐτοὺς οὕτω τὸ προκείμενον· 'ἔστω τρίγωνον τὸ ABΓ, καὶ ἡχθῶ διὰ τοῦ A τῇ BΓ παράλληλος ἢ ΔΕ. ἐπεὶ οὖν παράλληλοι εἰσίν αἱ BΓ ΔΕ, καὶ αἱ ἐναλλάξ ἴσαι εἰσίν· ἴση ἄρα ἢ μὲν ὑπὸ ΔΑΒ τῇ ὑπὸ ABΓ, ἢ δὲ ὑπὸ ΕΑΓ τῇ ὑπὸ ΑΓΒ. κοινὴ προσκεῖσθω ἢ (ὑπὸ) ΒΑΓ. αἱ ἄρα ὑπὸ ΔΑΒ ΒΑΓ ΓΑΕ, τούτεστιν αἱ ὑπὸ ΔΑΒ ΒΑΕ, τούτεστιν αἱ δύο ὀρθαὶ ἴσαι εἰσι ταῖς τοῦ ABΓ τριγώνου τρισὶ γωνίαις. αἱ ἄρα τρεῖς τοῦ τριγώνου δύο ὀρθαῖς εἰσιν ἴσαι'.