Ancient Greek
2.290.4 to 2.291.3
Pythagoristae (D-K), Testimonia Et Fragmenta 2.290.4-2.291.3
Unproofread scanNot analysed yet
23. ——Z 2. 1028b 16 δοκεῖ δέ τισι τὰ τοῦ σώματος πέρατα, οἷον ἐπιφάνεια καὶ γραμμὴ καὶ στιγμὴ καὶ μονάς, εἶναι οὐσίας, καὶ μᾶλλον ἢ τὸ σῶμα καὶ τὸ στερεόν. ἐπὶ παρὰ τὰ αἰσθητὰ οἱ μὲν οὐκ οἴονται εἶναι οὐθὲν τοιούτον, οἱ δὲ πλεῖω καὶ μᾶλλον ὄντα αἰδία ὥσπερ Πλάτων τὰ τ' εἴδη κτλ. 24. ——N 3. 1090b5 εἰσὶ δὲ τινες οἱ ἐκ τοῦ πέρατα εἶναι καὶ ἔσχατα τὴν στιγμὴν μὲν γραμμῆς, ταύτην δ' ἐπιπέδου, τοῦτο δὲ τοῦ στερεοῦ, οἴονται εἶναι ἀνάγκην τοιαύτας φύσεις εἶναι. 25. ——Z 11. 1036b8 ἀποροῦσί τινες ἤδη καὶ ἐπὶ τοῦ κύκλου καὶ τοῦ τριγώνου, ὡς οὐ προσήκον γραμμαῖς ὁρίζεσθαι καὶ τῷι συνεχῇ, ἀλλὰ πάντα ταῦτα ὁμοίως λέγεσθαι ὡσαὶ σάρκες ἢ ὀστὰ τοῦ ἀνθρώπου καὶ χαλκὸς καὶ λίθος τοῦ ἀνδριάντος. καὶ ἀνάγουσι πάντα εἰς τοὺς ἀριθμούς, καὶ γραμμῆς τὸν λόγον τὸν τῶν δύο εἶναί φασιν.