Ancient Greek
2.295.11
Pythagoristae (D-K), Testimonia Et Fragmenta 2.295.11
Unproofread scanNot analysed yet
3. DIOG. VIII 34ff. φησὶ δ’ Ἀριστοτέλης [fr. 195 Rose] ἐν τῶι περὶ τῶν κυάμων [1. Πυθαγορείων] παραγγέλλειν αὐτὸν ἀπέχεσθαι τῶν κυάμων ἤτοι ὅτι αἰδοίοις εἰσὶν ὅμοιοι ἢ ὅτι Ἀἰδοῦ πύλαις. ***ἀγόναντον γὰρ μόνον· ἢ ὅτι φθείρει ἢ ὅτι τῇ τοῦ ὅλου φύσει ὅμοιον ἢ ὅτι ὀλιγαρχικόν· κληροῦνται γοῦν αὐτοῖς. τὰ δὲ πεσόντα μὴ ἀναιρεῖσθαι, ὑπὲρ τοῦ ἐθίζεσθαι μὴ ἀκολάστως ἐσθίειν ἢ ὅτι ἐπὶ τελευτὴ τινος· καὶ Ἀριστοφάνης δὲ τῶν ἡρώων φησὶν εἶναι τὰ πίπτοντα, λέγων ἐν τοῖς Ἡρωσι [fr. 305 K.] μηδὲ γεύεσθ’ ἄττ’ ἂν ἐντὸς τῆς τραπέζης καταπέσηι.