Ancient Greek
2.297.1
Pythagoristae (D-K), Testimonia Et Fragmenta 2.297.1
Unproofread scanNot analysed yet
θέμις ἐστί τυθῆναι· διὰ τοῦτο τῶν θυσίμων χρή ἐσθίειν μόνον (οἷς ἂν τὸ ἐσθίειν καθῆκη), ἄλλου δὲ μηδενὸς ζῴου. τὰ μὲν οὖν τοιαῦτα τῶν ἀκουσμάτων ἐστί. τὰ δὲ πλεῖστον ἔχοντα μήκος περὶ τε θυσίας, καθ’ ἕκαστους τοὺς καιροὺς πῶς χρή ποιεῖσθαι, τὰς τε ἄλλας ***καὶ περὶ μετοικήσεως τῆς ἐντεύθεν, καὶ περὶ τὰς ταφὰς πῶς δεῖ καταθάπτεσθαι. (86) ἐπ’ ἐνίων μὲν οὖν ἐπιλέγεται (τὸ διὰ) τί δεῖ, οἷον ὅτι δεῖ τεκνοποιεῖσθαι ἕνεκα τοῦ καταλιπεῖν ἕτερον ἄνθ’ αὐτοῦ θεῶν θεραπευτήν· τοῖς δὲ οὐδείς λόγος πρόσκειται. καὶ ἔνια μὲν τῶν ἐπιλεγομένων δόξει προσπεφυκέναι ἀπαρτί, ἔνια δὲ πόρρω, οἷον περὶ τοῦ τὸν ἄρτον μὴ καταγνῦναι, ὅτι πρὸς τὴν ἐν ἄδου κρίσιν οὐ συμφέρει. αἱ δὲ προστιθέμεναι εἰκτολογίαι περὶ τῶν τοιούτων οὐκ εἰσὶ Πυθαγορικαί, ἀλλ’ ἐνίων ἐξωθεν ἐπισοφιζομένων καὶ πειρωμένων προσάπτειν εἰκότα λόγον, οἷον καὶ περὶ τοῦ νῦν λεχθέντος, διὰ τί οὐ δεῖ καταγνῦναι τὸν ἄρτον. οἱ μὲν γάρ φασιν, ὅτι οὐ δεῖ τὸν συνάγοντα διαλύειν· τὸ γὰρ ἄρχαιον βαρβαρικῶς πάντες ἐπ’ ἕνα ἄρτον συνῆιξαν οἱ φίλοι· οἱ δ’ ὅτι οὐ δεῖ οἰωνὸν ποιεῖσθαι τοιούτον ἀρχόμενον καταγνύντα καὶ συντρίβοντα.