Ancient Greek
2.297.3
Pythagoristae (D-K), Testimonia Et Fragmenta 2.297.3
Unproofread scanNot analysed yet
6. SUID. ’Αναξιμάνδρος ’Αναξιμάνδρου Μιλήσιος ὁ νεώτερος ἱστορικός· γέγονε δὲ κατὰ τοὺς ’Αρταξέρξου χρόνους τοῦ Μνήμονος κληθέντος [405—359]· ἔγραψε Συμβόλων Πυθαγορείων ἐξήγησιν, οἷον ἐστὶ τὸ ‘Ζυγὸν μὴ ὑπερβαίνειν’, ‘μαχαίραι πῦρ μὴ σκαλεύειν’, ‘ἀπὸ ὁλοκλήρου ἄρτου μὴ ἐσθίειν’ κτλ. Diog. II 2 [S. 12,14] γέγονε δὲ καὶ ἄλλος ’Αναξιμάνδρος ἱστορικὸς καὶ αὐτὸς Μιλήσιος τῇ ἰδίᾳ γεγραφώς. [Hieraus (und unter Benutzung der Aristotelischen Akusmata?) fälschte auf den Namen des Arztes Androkydes (Alex. d. Großen Zeit) ein Pythagoreer der alexandrinischen Zeit ein Buch ’Ανδροκύδου τοῦ Πυθαγορείου Περὶ Πυθαγορικῶν συμβόλων, das Demetrios v. Byzanz Ath. x 425 D, Tryphon Rhet. gr. III 193 Speng. ,Ps. Plut. de ed. puer. 17 p. 12 D. Diog. VIII 17, Hippol. VI 26, Nicom. math. I 3, Anatol. (Theol. ar.) p. 11 benutzen. Vgl. auch Hermippos fr. 21 ‘oben S. 33,10]. Probe aus PORPH. V. P. 42 ἦν δὲ καὶ ἄλλο εἶδος τῶν συμβόλων τοιούτον, ‘Ζυγὸν μὴ ὑπερβαίνειν’, τοὔτεστι μὴ πλεονεκτεῖν, ‘μὴ τὸ πῦρ τῇ μαχαίρᾳ σκαλεύειν’, ὅπερ ἦν μὴ τὸν ἀνοιοῦντα καὶ ὀργιζόμενον κινεῖν λόγοις παρατεθημένοις, ‘στέφανόν τε μὴ τίλλειν’, τοὔτεστι τοὺς νόμους μὴ λυμαίνεσθαι· στέφανοι γὰρ πόλεων οὗτοι. πάλιν δ’ αὖ ἕτερα τοιαῦτα ‘μὴ καρδίαν ἐσθίειν’, οἷον μὴ λυπεῖν ἑαυτὸν ἀνίαις, ‘μὴδ’ ἐπὶ χοίνικος καθέζεσθαι’, οἷον μὴ ἄργον ζῆν, ‘μὴδ’ ἀποδημοῦντα ἐπιστρέφεσθαι’, μὴ ἔχεσθαι τοῦ βίου τούτου ἀποθνήσκοντα, ‘τὰς τε λεωφόρους μὴ βαδίζειν’, δι’ οὖ ταῖς τῶν πολλῶν ἔπεσθαι γνώμαις ἐκώλυεν, τὰς δὲ τῶν ὀλίγων καὶ πεπαιδευμένων μεταθεῖν, ‘μηδέ χελιδόνας ἐν οἰκίᾳ δέχεσθαι’, τοὔτεστι λάλους ἀνθρώπους καὶ περὶ γλῶτταν ἀκρατεῖς ὀμωροφίους μὴ ποιεῖσθαι, ‘φορτίον δὲ συνανατιθέναι μὲν τοῖς βασταζούσιν, συγκαθαίρειν δὲ μή’, δι’ οὐ παρήινει μηδενὶ πρὸς ῥαιστώνην, ἀλλὰ πρὸς ἀρετὴν καὶ πόνους συμπράττειν, ‘θεῶν τε εἰκόνας ἐν δακτυλίοις μὴ φορεῖν’, τοὔτεστι τὴν περὶ θεῶν δόξαν καὶ λόγον μὴ πρόχειρον μηδὲ φανερὸν ἔχειν, μηδὲ εἰς πολλοὺς προσφέρειν, ‘σπονδὰς τε ποιεῖσθαι τοῖς θεοῖς κατὰ τὸ οὖς τῶν ἐκπωματίων’, ἐντεύθεν γὰρ ἠνίττετο τιμῶν τοὺς θεοὺς καὶ ὑμνεῖν τῇ μουσικῇ· αὕτη γὰρ διὰ ὑπῶν χωρεῖ.