Ancient Greek
Dfhg-Source dfhg4_PYTHERMUS_EPHESIUS
PYTHERMUS EPHESIUS, Fragmenta 2
Not analysed yet
Καὶ Θεμίσων δ ̓ ὁ Κύπριος, τὰ Ἀντιόχου τοῦ βασιλέως παιδικὰ, ὥς φησι Πύθερμος ὁ Ἐφέσιος ἐν τῇ ὀγδόῃ τῶν Ἱστοριῶν, οὐ μόνον ἐν ταῖς πανηγύρεσιν ἀνεκηρύττετο, Θεμίσων Μακεδὼν, Ἀντιόχου βασιλέως Ἡρακλῆς, ἔθυον δὲ αὐτῷ πάντες οἱ ἐγχώριοι, ἐπιλέγοντες Ἡρακλεῖ Θεμίσωνι, καὶ παρῆν αὐτὸς, ὁπότε τις τῶν ἐνδόξων θύοι, καὶ ἀνέκειτο, στρωμνὴν καθ ̓ αὑτὸν ἔχων, ἠμφιεσμένος λεοντῆν· ἐφόρει δὲ καὶ τόξα Σκυθικὰ καὶ ῥόπαλον ἐκράτει.