Ancient Greek
Book 1, lines 1.134-1.176
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 1.134-176
Not analysed yet
νηπίη· ἥ ῥʼ ἐπίθησεν ὀϊζυρῷ περ Ὀνείρῳ
ἑσπερίῳ, ὃς φῦλα πολυτλήτων ἀνθρώπων
θέλγει ἐνὶ λεχέεσσιν ἄδην ἐπικέρτομα βάζων,
ὅς μιν ἄρʼ ἐξαπάφησεν ἐποτρύνων πονέεσθαι.
ἀλλʼ ὅτε δή ῥʼ ἐπόρουσε ῥοδόσφυρος ἠριγένεια,
δὴ τότε Πενθεσίλεια μέγʼ ἐνθεμένη φρεσὶ κάρτος
ἐξ εὐνῆς ἀνέπαλτο καὶ ἀμφʼ ὤμοισιν ἔδυνε
τεύχεα δαιδαλόεντα, τά οἱ θεὸς ὤπασεν Ἄρης.
πρῶτα μὲν ἂρ κνήμῃσιν ἐπʼ ἀργυφέῃσιν ἔθηκε
κνημῖδας χρυσέας, αἵ οἱ ἔσαν εὖ ἀραρυῖαι·
ἕσσατο δʼ αὖ θώρηκα παναίολον· ἀμφὶ δʼ ἄρʼ ὤμοις
θήκατο κυδιόωσα μέγα ξίφος, ᾧ πέρι πάντη
κουλεὸς εὖ ἤσκητο διʼ ἀργύρου ἠδʼ ἐλέφαντος·
ἂν δʼ ἕλετʼ ἀσπίδα δῖαν ἀλίγκιον ἄντυγι μήνης,
ἥ θʼ ὑπὲρ ὠκεανοῖο βαθυρρόου ἀντέλλῃσιν
ἥμισυ πεπληθυῖα περὶ γναμπτῇσι κεραίῃς·
τοίη μαρμαίρεσκεν ἀάσπετον· ἀμφὶ δὲ κρατὶ
θῆκε κόρυν κομόωσαν ἐθείρῃσι χρυσέῃσιν·
ὣς ἡ μὲν μορόεντα περὶ χροΐ θήκατο τεύχη.
ἀστεροπῇ δʼ ἀτάλαντος ἐείδετο, τὴν ἀπʼ Ὀλύμπου
ές γαῖαν προΐησι Διὸς μένος ἀκαμάτοιο
δεικνὺς ἀνθρώποισι μένος βαρυηχέος ὄμβρου
ἠὲ πολυρροίζων ἀνέμων ἄλληκτον ἰωήν.
αὐτίκα δʼ ἐγκονέουσα διὲκ μεγάροιο νέεσθαι
δοιοὺς εἵλετʼ ἄκοντας ὑπʼ ἀσπίδα, δεξιτερῇ δὲ
βουπλῆγʼ ἀμφίτυπον, τόν οἱ Ἔρις ὤπασε δεινὴ
θυμοβόρου πολέμοιο πελώριον ἔμμεναι ἄλκαρ.
τῷ ἐπικαγχαλόωσα τάχʼ ἤλυθεν ἔκτοθι πύργων
Τρῶας ἐποτρύνουσα μάχην ἐς κυδιάνειραν
ἐλθέμεναι· τοὶ δʼ ὦκα συναγρόμενοι πεπίθοντο
ἄνδρες ἀριστῆες, καίπερ πάρος οὐκ ἐθέλοντες
στήμεναι ἄντʼ Ἀχιλῆος· ὁ γὰρ περιδάμνατο πάντας.
ἡ δʼ ἄρα κυδιάασκεν ἀάσχετον· ἕζετο δʼ ἵππῳ
καλῷ, ὠκυτάτῳ, τόν οἱ ἄλοχος Βορέαο
ὤπασεν Ὠρείθυια πάρος Θρῄκηνδε κιοήσῃ
ξείνιον, ὅς τε θοῇσι μετέπρεπεν Ἁρπυίῃσι.
τῷ ῥα τόθʼ ἑζομένη λίπεν ἄστεος αἰπὰ μέλαθρα
ἐσθλὴ Πενθεσίλεια· λυγραὶ δέ μιν ὀτρύνεσκον
κῆρες ὁμῶς πρώτην τε καὶ ὑστατίην ἐπὶ δῆριν
ἐλθέμεν· ἀμφὶ δὲ Τρῶες ἀνοστήτοισι πόδεσσι
πολλοὶ ἕποντʼ ἐπὶ δῆριν ἀναιδέα τλήμονι κούρῃ
ἰλαδόν, ἠΰτε μῆλα μετὰ κτίλου, ὅς θʼ ἅμα πάντων
νισσομένων προθέῃσι δαημοσύνῃσι νομῆος·