Ancient Greek
Book 1, lines 1.177-1.219
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 1.177-219
Not analysed yet
ὣς ἄρα τῇ γʼ ἐφέποντο βίῃ μέγα μαιμώωντες
Τρῶες ἐϋσθενέες καὶ Ἀμαζόνες ὀβριμόθυμοι.
ἡ δʼ οἵη Τριτωνίς, ὅτʼ ἤλυθεν ἄντα Γιγάντων,
ἢ Ἔρις ἐγρεκύδοιμος ἀνὰ στρατὸν ἀΐσσονσα,
τοίη ἐνὶ Τρώεσσι θοὴ πέλε Πενθεσίλεια.
καὶ τότε δὴ Κρονίωνι πολυτλήτους ἀναείρας
χεῖρας Λαομέδοντος ἐΰς γόνος ἀφνειοῖο
εὔχετʼ ἐς ἱερὸν αἰπὺ τετραμμένος Ἰδαίοιο
Ζηνός, ὃς Ἴλιον αἰὲν ἑοῖς ἐπιδέρκεται ὄσσοις·
κλῦθι, πάτερ, καὶ λαὸν Ἀχαιικὸν ἤματι τῷδε
δὸς πεσέειν ὑπὸ χερσὶν Ἀρηιάδος βασιλείης,
καὶ δʼ αὖ μιν παλίνορσον ἐμὸν ποτὶ δῶμα σάωσον
ἁζόμενος τεὸν υἷα πελώριον ὄβριμον Ἄρην,
αὐτήν θʼ, οὕνεκʼ ἔοικεν ἐπουρανίῃσι θεῇσιν
ἐκπάγλως, καὶ σεῖο θεοῦ γένος ἐστὶ γενέθλης.
αἴδεσσαι δʼ ἐμὸν ἦτορ, ἐπεὶ κακὰ πολλὰ τέτληκα
παίδων ὀλλυμένων, οὕς μοι περὶ Κῆρες ἔμαρψαν
Ἀργείων παλάμῃσι κατὰ στόμα δηιοτῆτος·
αἴδεο δʼ, ἕως ἔτι παῦροι ἀφʼ αἵματός εἰμεν ἀγαυοῦ
Δαρδάνου, ἕως ἀδάϊκτος ἔτι πτόλις, ὄφρα καὶ ἡμεῖς
ἐκ φόνου ἀργαλέοιο καὶ Ἄρεος ἀμπνεύσωμεν.
ἦ ῥα μέγʼ εὐχόμενος· τῷ δʼ αἰετὸς ὀξὺ κεκληγὼς
ἤδη ἀποπνείουσαν ἔχων ὀνύχεσσι πέλειαν
ἐσσυμένως οἴμησεν ἀριστερός· ἀμφὶ δὲ θυμῷ
τάρβησε Πριάμοιο νόος, φάτο δʼ οὐκέτʼ ἀθρήσειν
ζωὴν Πενθεσίλειαν ἀπὸ πτολέμοιο κιοῦσαν·
καὶ τὸ μὲν ὣς ἤμελλον ἐτήτυμον ἤματι κείνῳ
κῆρες ὑπεκτελέειν· ὁ δʼ ἄρʼ ἄχνυτο θυμὸν ἐαγώς.
Ἀργεῖοι δʼ ἀπάνευθεν ἐθάμβεον, εὖτʼ ἐσίδοντο
Τρῶας ἐπεσσυμένους καὶ Ἀρηίδα Πενθεσίλειαν,
τοὺς μὲν δὴ θήρεσσιν ἐοικότας, οἵ τʼ ἐν ὄρεσσι
ποίμνῃς εἰροπόκοισι φόνον στονόεντα φέρουσι,
τὴν δὲ πυρὸς ῥιπῇ ἐναλίγκιον, ἥ τʼ ἐπὶ θάμνοις
μαίνεται ἀζαλέοισιν ἐπειγομένου ἀνέμοιο·
καί τις ἅμʼ ἀγρομένοισιν ἔπος ποτὶ τοῖον ἔειπεν·
τίς δὴ Τρῶας ἔγειρε μεθʼ Ἕκτορα δῃωθέντα,
οὓς φάμεν οὐκέτι νῶιν ὑπαντιάσειν μεμαῶτας;
νῦν δʼ ἄφαρ ἀΐσσουσι λιλαιόμενοι μέγα χάρμης.
καί νύ τις ἐν μέσσοισιν ἐποτρύνει πονέεσθαι·
φαίης κεν θεὸν ἔμμεν, ἐπεὶ μέγα μήδεται ἔργον.
ἀλλʼ ἄγε θάρσος ἄατον ἐνὶ στέρνοισι λαβόντες
ἀλκῆς μνησώμεσθα δαΐφρονος· οὐδὲ γὰρ ἡμεῖς
νόσφι θεῶν Τρώεσσι μαχησόμεθʼ ἤματι τῷδε.