Ancient Greek
Book 1, lines 1.220-1.259
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 1.220-259
Not analysed yet
ὣς φάτο· τοὶ δὲ φαεινὰ περὶ σφίσι τεύχεα θέντες
νηῶν ἐξεχέοντο μένος καταειμένοι ὤμοις·
σὺν δʼ ἔβαλον θήρεσσιν ἐοικότες ὠμοβόροισι
δῆριν ἐς αἱματόεσσαν, ὁμοῦ δʼ ἔχον ἔντεα καλά,
ἔγχεα καὶ θώρηκας ἐϋσθενέαδ τε βοείας
καὶ κόρυθας βριαράς, ἕτερος δʼ ἑτέρου χρόα χαλκῷ
τύπτον ἀπηλεγέως· τὸ δʼ ἐρεύθετο Τρώιον οὖδας.
Ἔνθʼ ἕλε Πενθεσίλεια Μολίονα Περσίνοόν τε
Εἰλισσόν τε καὶ Ἀντίθεον καὶ ἀγήνορα Λέρνον
Ἵππαλμόν τε καὶ Αἱμονίδην κρατερόν τʼ Ἐλάσιππον·
Δηρινόη δʼ ἕλε Δαογόνον, Κλονίη δὲ Μένιππον,
ὅς ῥα πάρος Φυλακῆθεν ἐφέσπετο Πρωτεσιλάῳ,
ὅππως κε Τρώεσσιν ἐϋσθενέεσσι μάχηται.
τοῦ δʼ ἄρʼ ἀποφθμένοιο Ποδάρκεϊ θυμὸς ἀρίνθη
Ἰφικληιάδῃ· τὸν γὰρ μέγα φίλαθʼ ἑταίρων·
αἶψα δʼ ὅ γʼ ἀντιθέην Κλονίην βάλε, τῆς δὲ διαπρὸ
ἦλθε δόρυ στιβαρὸν κατὰ νηδύος, ἐκ δέ οἱ ὦκα
δουρὶ χύθη μέλαν αἷμα, συνέσπετο δʼ ἔγκατα πάντα·
τῆς δʼ ἄρα Πενθεσίλεια χολώσατο, καί ῥα Ποδάρκεα
οὔτασεν ἐς μυῶνα παχὺν περιμήκεϊ δουρὶ
χειρὸς δεξιτερῆς, διὰ δὲ φλέβας αἱματοέσσας
κέρσε, μέλαν δέ οἱ αἷμα διʼ ἕλκεος οὐταμένοιο
ἔβλυσεν ἐσσυμένως· ὁ δʼ ἄρα στενάχων ἀπόρουσεν
εἰσοπίσω· μάλα γάρ οἱ ἐδάμνατο θυμὸν ἀνίη·
τοῦ δʼ ἄρʼ ἀπεσσυμένοιο ποθὴ Φυλάκεσσιν ἐτύχθη
ἄσπετος· ὃς δʼ ἄρα βαιὸν ἀπὸ πτολέμοιο λιασθεὶς
κάτθανε καρπαλίμως σφετέρων ἐν χερσὶν ἑταίρων.
Ἰδομενεὺς δὲ Βρέμουσαν ἐνήρατο δούρατι τύψας
δεξιτερὸν παρὰ μαζόν, ἄφαρ δέ οἱ ἦτορ ἔλυσεν·
ἡ δʼ ἔπεσεν μελίῃ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσι
δουροτόμοι τέμνουσιν ὑπείροχον, ἡ δʼ ἀλεγεινὸν
ῥοῖζον ὁμῶς καὶ δοῦπον ἐρειπομένη προΐησιν·
ὣς ἡ ἀνοιμώξασα πέσεν, τῆς δʼ ἂψεα πάντα
λῦσε μόρος, ψυχὴ δʼ ἐμίγη πολυαέσιν αὔραις.
Εὐάνδρην δʼ ἄρα Μηριόνης ἰδὲ Θερμώδωσαν
εἷλεν ἐπεσσυμένας ὀλοὴν ἀνὰ δηιοτῆτα
τῇ μὲν ἄρʼ ἐς κραδίην ἐλάσας δόρυ, τῇ δʼ ὑπὸ νηδὺν
φάσγανον ἐγχρίμψας· τὰς δʼ ἐσσυμένως λίπεν αἰών.
Δηρινόην δʼ ἐδάμασσεν Ὀϊλέος ὄβριμος υἱὸς
ἔγχεϊ ὀκριόεντι διὰ κληῖδα τυχήσας.