Ancient Greek
Book 1, lines 1.348-1.398
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 1.348-398
Not analysed yet
ἵπποι δʼ ἀμφὶ βέλεσσι πεπαρμένοι ἢ μελίῃσιν
ὑστάτιον χρεμέτιζον ἑὸν μένος ἐκπνείοντες·
οἱ δὲ κόνιν βρυγμοῖσι δεδραγμένοι ἀσπαίρεσκον·
τοὺς δʼ ἄρα Τρώιοι ἵπποι ἑπεσσύμενοι μετόπισθεν
ἄντλον ὅπως στείβεσκον ὁμοῦ κταμένοισι πεσόντας.
καί τις ἐνὶ Τρώεσσιν ἀγάσσατο μακρὰ γεγηθώς,
ὡς ἴδε Πενθεσίλειαν ἀνὰ στρατὸν ἀΐσσουσαν
λαίλαπι κυανέῃ ἐναλίγκιον, ἥ τʼ ἐνὶ πόντῳ
μαίνεθʼ, ὅτʼ αἰγοκερῆι συνέρχεται ἠελίου ἴς·
καί ῥʼ ὅ γε μαψιδίῃσιν ἐπʼ ἐλπωρῇσιν ἔειπεν·
ὦ φίλοι, ὡς ἀναφανδὸν ἀπʼ οὐρανοῦ εἰλήλουθε
σήμερον ἀθανάτων τις, ἵνʼ Ἀργείοισι μάχηται
ἡμῖν ἦρα φέρουσα Διὸς κρατερόφρονι βουλῇ,
ὃς τάχα που μέμνηται ἐϋσθενέος Πριάμοιο,
ὅς ῥά οἱ εὔχεται εἶναι ἀφʼ αἵματος ἀθανάτοιο.
οὐ γὰρ τήνδε γυναῖκά γʼ ὀΐομαι εἰσοράασθαι
αὕτως θαρσαλέην τε καὶ ἀγλαὰ τεύχἐ ἔχουσαν,
ἀλλʼ ἄρʼ Ἀθηναίην ἢ καρτερόθυμον Ἐνυὼ
ἢ Ἔριδʼ ἢ κλειτὴν Λητωίδα· καί μιν ὀΐω
σήμερον Ἀργείοισι φόνον στονόεντα βαλέσθαι
νῆάς τʼ ἐμπρήσειν ὀλοῷ πυρί, τῇσι πάροιθεν
ἤλυθον ἐς Τροίην νῶιν κακὰ πολλὰ φέροντες,
ἤλυθον ἄσχετον ἄμμιν ὑπʼ Ἄρεϊ πῆμα φέροντες·
ἀλλʼ οὐ μὰν παλίνορσοι ἐς Ἑλλάδα νοστήσαντες
πάτρην εὐφρανέουσιν, ἐπεὶ θεὸς ἄμμιν ἀρήγει.
ὣς ἄρʼ ἔφη Τρώων τις ἐνὶ φρεσὶ πάγχυ γεγηθώς,
νήπιος· οὐδʼ ἄρʼ ἐφράσσατʼ ἐπεσσύμενον βαρὺ πῆμα
οἷ αὐτῷ καὶ Τρωσὶ καὶ αὐτῇ Πενθεσιλείῃ.
οὐ γάρ πώ τι μόθοιο δυσηχέος ἀμφιπέπυστο
Αἴας ὀβριμόθυμος ἰδὲ πτολίπορθος Ἀχιλλεύς,
ἀλλʼ ἄμφω περὶ σῆμα Μενοιτιάδαο κέχυντο
μνησάμενοι ἑτάροιο· γόος δʼ ἔχεν ἄλλυδις ἄλλον.
τοὺς γὰρ δὴ μακάρων τις ἐρήτυε νόσφι κυδοιμοῦ,
ὄφρʼ ἀλεγεινὸν ὄλεθρον ἀναπλήσωσι δαμέντες
πολλοὶ ὑπὸ Τρώεσσι καὶ ἐσθλῇ Πενθεσιλείῃ,
ἥ σφιν ἐπασσυτέροις κακὰ μήδετο, καί οἱ ἄεξεν
ἀλκὴ ὁμῶς καὶ θάρσος ἐπὶ πλέον, οὐδέ ποτʼ αἰχμὴν
μαψιδίην ἴθυνεν, ἀεὶ δʼ ἢ νῶτα δάϊζε
φευγόντων ἢ στέρνα καταντίον ἀϊσσόντων·
θερμῷ δʼ αἵματι πάμπαν ἐδεύετο, γυῖα δʼ ἐλαφρὰ
ἔπλετʼ ἐπεσσυμένης· κάματος δʼ οὐ δάμνατο θυμὸν
ἄτρομον, ἀλλʼ ἀδάμαντος ἔχεν μένος· εἰσέτι γάρ μιν,
οὔπω ἐπὶ κλόνον αἰνὸν ἐποτρύνουσʼ Ἀχιλῆα,
αἶσα λυγρὴ κύδαινεν, ἀπόπροθι δʼ ἑστηυῖα
χάρμης κυδιάασκεν ὀλέθριον, οὕνεκʼ ἔμελλε
κούρην οὐ μετὰ δηρὸν ὑπʼ Αἰακίδαο χέρεσσι
δάμνασθʼ· ἀμφὶ δέ μιν ζόφος ἔκρυφε· τὴν δʼ ὀρόθυνεν
αἰὲν ἄϊστος ἐοῦσα καὶ ἐς κακὸν ἦγεν ὄλεθρον
ὕστατα κυδαίνουσʼ· ἡ δʼ ἄλλοθεν ἄλλον ἔναιρεν,
ὡς δʼ ὁπόθʼ ἑρσήεντος ἔσω κήποιο θοροῦσα
ποίης ἐλδομένη θυμηδέος εἴαρι πόρτις
ἀνέρος οὐ παρεόντος ἐπέσσυται ἄλλοθεν ἄλλῃ