Ancient Greek
Book 1, lines 1.399-1.439
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 1.399-439
Not analysed yet
σινομένη φυτὰ πάντα νέον μάλα τηλεθόωντα,
καὶ τὰ μὲν ἂρ κατέδαψε, τὰ δʼ ἐν ποσὶν ἠμάλδυνεν·
ὣς ἄρʼ Ἀχαιῶν υἷας ἐπεσσυμένη καθʼ ὅμιλον
κούρη Ἐνυαλίη τοὺς μὲν κτάνε, τοὺς δʼ ἐφόβησε.
Τρωιάδες δʼ ἀπάνευθεν ἀρήια ἔργα γυναικὸς
θαύμαζον, πολέμοιο δʼ ἔρως λάβεν ἱπποδάμοιο
Ἀντιμάχοιο θύγατρα Μενεπτολέμοιο δʼ ἄκοιτιν
Τισιφόνην· κρατερῇσι δʼ ὑπὸ φρεσὶν ἐμμεμαυῖα
θαρσαλέον φάτο μῦθον ὁμήλικας ὀτρύνουσα
δῆριν ἐπὶ στονόεσσαν· ἔγειρε δέ οἱ θράσος ἀλκήν·
ὦ φίλαι, ἄλκιμον ἦτορ ἐνὶ στέρνοισι λαβοῦσαι
ἀνδράσιν ἡμετέροισιν ὁμοίιον, οἳ περὶ πάτρης
δυσμενέσιν μάρνανται ὑπὲρ τεκέων τε καὶ ἡμέων,
οὔποτʼ ἀναπνείοντες ὀϊζύος—ἀλλὰ καὶ αὐταὶ
παρθέμεναι φρεσὶ θυμὸν ἴσης μνησώμεθα χάρμης·
οὐ γὰρ ἀπόπροθέν εἰμεν ἐϋσθενέων αἰζηῶν,
ἀλλʼ οἷον κείνοισι πέλει μένος ἔστι καὶ ἡμῖν·
ἶσοι δʼ ὀφθαλμοὶ καὶ γούνατα, πάντα δʼ ὁμοῖα,
ξυνὸν δʼ αὖ πάντεσσι φάος καὶ νήχυτος ἀήρ,
φορβὴ δʼ οὐχ ἑτέρη· δί δʼ ἐπʼ ἀνδράσι λώιον ἄλλο
θῆκε θεός; τῷ μή τι φεβώμεθα δηιοτῆτα.
ἢ οὐχ ὁράατε γυναῖκα μέγʼ αἰζηῶν προφέρουσαν
ἀγχεμάχων; τῆς δʼ οὔτι πέλει σχεδὸν οὔτε γενέθλη
οὔτʼ ἄρʼ ἑὸν πτολίεθρον, ὑπὲρ ξείνοιο δʼ ἄνακτος
μάρναται ἐκ θυμοῖο καὶ οὐκ ἐμπάζεται ἀνδρῶν
ἐνθεμένη φρεσὶ θάρσος ἀταρτηρόν τε νόημα·
ἡμῖν δʼ ἄλλοθεν ἄλλα παραὶ ποσὶν ἄλγεα κεῖται·
τῇς μὲν γὰρ φίλα τέκνα καὶ ἀνέρες ἀμφὶ πόληι
ὤλλυνθʼ, αἱ δὲ τοκῆας ὀδυρόμεθʼ οὐκέτʼ ἐόντας·
ἄλλαι δʼ αὖτʼ ἀκάχηνται ἀδελφειῶν ἐπʼ ὀλέθρῳ
καὶ πηῶν· οὐ γάρ τις ὀϊζυρῆς κακότητος
ἄμμορος· ἐλπωρὴ δὲ πέλει καὶ δούλιον ἦμαρ
εἰσιδέειν· τῷ μή τις ἔτʼ ἀμβολίη πολέμοιο
εἴη τειρομένῃσιν· ἔοικε γὰρ ἐν δαῒ μᾶλλον
τεθνάμεν ἢ μετόπισθεν ὑπʼ ἀλλοδαποῖσιν ἄγεσθαι
νηπιάχοις ἅμα παισὶν ἀνιηρῇ ὑπʼ ἀνάγκῃ
ἄστεος αἰθομένοιο καὶ ἀνδρῶν οὐκέτʼ ἐόντων.
ὣς ἄρʼ ἔθη· πάσῃσι δʼ ἔρως στυγεροῖο μόθοιο
ἔμπεσεν· ἐσσυμένως δὲ πρὸ τείχεος ὁρμαίνεσκον
βήμεναι ἐν τεύχεσσιν ἀρηγέμεναι μεμαυῖαι
ἄστεϊ καὶ λαοῖσιν· ὀρίνετο δέ σφισι θυμός.