Ancient Greek
Book 10, lines 10.125-10.166
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 10.125-166
Not analysed yet
Τεῦκρος δὲ Ζέχιν εἷλε περικλυτὸν υἷα Μέδοντος,
ὅς ῥά τε ναιετάασκεν ἐνὶ Φρυγίῃ πολυμήλῳ
ἄντρον ὑπὸ ζάθεον καλλιπλοκάμων Νυμφάων,
ᾗχί ποτʼ Ἐνδυμίωνα παρυπνώοντα βόεσσιν
ὑψόθεν ἀθρήσασα κατήλυθε δῖα Σελήνη
οὐρανόθεν· δριμὺς γὰρ ἄγεν πόθος ἠιθέοιο
ἀθανάτην περ ἐοῦσαν ἀκήρατον, ἧς ἔτι νῦν περ
εὐνῆς σῆμα τέτυκται ὑπὸ δρυσίν· ἀμφὶ γὰρ αὐτῇ
ἐκκέχυτʼ ἐν ξυλόχοισι βοῶν γλάγος· οἱ δέ νυ φῶτες
θηεῦντʼ εἰσέτι κεῖνο· τὸ γὰρ μάλα τηλόθι φαίης
ἔμμεναι εἰσορόων πολιὸν γάλα, κεῖνο δʼ ἵησι
λευκὸν ὕδωρ, καὶ βαιὸν ἀπόπροθεν ὁππόθʼ ἵκηται,
πήγνυται, ἀμφὶ ῥέεθρα, πέλει δʼ ἄρα λάϊνον οὖδας.
Ἀλκαίῳ δʼ ἐπόρουσε Μέγης Φυλήιος υἱός·
καί ῥά μιν ἀσπαίρουσαν ὑπὸ κραδίην ἐπέρησεν
ἐγχείῃ· τοῦ δʼ ὦκα λύθη πολυήρατος αἰών·
οὐδέ μιν ἐκ πολέμοιο πολυκλαύτοιο μολόντα
καίπερ ἐελδόμενοι μογεροὶ δέξαντο τοκῆες,
Φύλλις ἐΰζωνος καὶ Μάργασος, οἵ ῥʼ ἐνέμοντο
Ἁρπάσου ἀμφὶ ῥέεθρα διειδέος, ὅς τʼ ἀλεγεινῶς
Μαιάνδρῳ κελάδοντα ῥόον καὶ ἀπείριτον οἶδμα
συμφέρετʼ ἤματα πάντα λάβρῳ περὶ χεύματι θύων.
Γλαύκου δʼ ἐσθλὸν ἑταῖρον ἐϋμμελίην Σκυλακῆα
υἱὸς Ὁϊλῆος σχεδὸν οὔτασεν ἀντιόωντα
βαιὸν ὑπὲρ σάκεος· διὰ δὲ πλατὺν ἤλασεν ὦμον
αἰχμὴ ἀνιηρὴ· περὶ δʼ ἔβλυσεν αἷμα βοείῃ.
ἀλλά μιν οὔτι δάμασσεν· ἐπεί ῥά ἑ μόρσιμον ἦμαρ
δέχνυτο νοστήσαντα φίλης παρὰ τείχεσι πάτρης·
εὖτε γὰρ Ἴλιον αἰπὺ θοοὶ διέπερσαν Ἀχαιοί,
δὴ τότʼ ἄρʼ ἐκ πολέμοιο φυγὼν Λυκίην ἀφίκανεν
οἶος ἄνευθʼ ἑτάρων· τὸν δʼ ἄστεος ἄγχι γυναῖκες
ἀγρόμεναι τεκέων σφετέρων ὕπερ ἠδὲ καὶ ἀνδρῶν
εἴρονθʼ· ὃς δʼ ἄρα τῇσι μόρον κατέλεξεν ἁπάντων·
αἱ δʼ ἄρα χερμαδίοισι περισταδὸν ἀνέρα κεῖον
δάμναντʼ, οὐδʼ ἀπόνητο μολὼν ἐς πατρίδα νόστου,
ἀλλά ἑ λᾶες ὕπερθε μέγα στενάχοντα κάλυψαν·
καί ῥά οἱ ἐκ βελέων ὀλοὸς περὶ τύμβος ἐτύχθη
πὰρ τέμενος καὶ σῆμα κραταιοῦ Βελλεροφόντου,
τῷ ἔνι κυδαλίμης Τιτηνίδος ἀγχόθι πέτρης·
ἀλλʼ ὁ μὲν αἴσιμον ἦμαρ ἀναπλήσας ὑπʼ ὀλέθρῳ
ὕστερον ἐννεσίῃσιν ἀγαυοῦ Λητοΐδαο
τίεται ὥς τε θεός, φθινύθει δέ οἱ οὔποτε τιμή.