Ancient Greek
Book 10, lines 10.167-10.209
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 10.167-209
Not analysed yet
Ποίαντος δʼ ἐπὶ τοῖσι πάϊς κτάνε Δηιονῆα
ἠδʼ Ἀντήνορος υἱὸν ἐϋμμελίην Ἀκάμαντα·
ἄλλων δʼ αἰζηῶν ὑπεδάμνατο πουλὺν ὅμιλον·
θῦνε γὰρ ἐν δηίοισιν ἀτειρέϊ ἶσος Ἄρηι
ἢ ποταμῷ κελάδοντι, ὃς ἕρκεα μακρὰ δαΐζει
πλημμύρων, ὅτε λάβρον ὀρινόμενος περὶ πέτραις
ἐξ ὀρέων ἀλεγεινὰ μεμιγμένος ἔρχεται ὄμβρῳ,
ἀέναός περ ἐὼν καὶ ἀγάρροος, οὐδέ νυ τόν γε
εἴργουσιν προβλῆτες ἀάσπετα παφλάζοντα·
ὣς οὔτις Ποίαντος ἀγακλειτοῦ θρασὺν υἷα
ἔσθενεν ὀφθαλμοῖσιν ἰδὼν καὶ ἄπωθε πελάσσαι·
ἐν γάρ οἱ στέρνοισι μένος περιώσιον ἦεν.
τεύχεσι δʼ ἀμφεκέκαστο δαΐφρονος Ἡρακλῆος
δαιδαλέοις· περὶ γάρ οἱ ἐνὶ ζωστῆρι φαεινῷ
ἄρκτοι ἔσαν βλοσυραὶ καὶ ἀναιδέες· ἀμφὶ δὲ θῶες
σμερδαλέοι, καὶ λυγρὸν ὑπʼ ὀφρύσι μειδιόωσαι
πορδάλιες· τῶν δʼ ἄγχι λύκοι ἔσαν ὀβριμόθυμοι
καὶ σύες ἀργιόδοντες ἐϋσθενέες τε λέοντες
ἐκπάγλως ζωοῖσιν ἐοικότες· ἀμφὶ δὲ πάντῃ
ὑσμῖναι ἐνέκειντο μετʼ ἀργαλέοιο φόνοιο·
δαίδαλα μέν οἱ τόσσα περὶ ζωστῆρα τέτυκτο.
ἄλλα δέ οἱ γωρυτὸς ἀπείριτος ἀμφεκέκαστο·
ἐν μὲν ἔην Διὸς υἱὸς ἀελλοπόδης Ἑρμείης
Ἰνάχου ἀμφὶ ῥέεθρα κατακτείνων μέγαν Ἄργον,
Ἄργον, ὅς ὀφθαλμοῖσιν ἀμοιβαδὸν ὑπνώεσκεν·
ἐν δὲ βίη Φαέθοντος ἀνὰ ῥόον Ἠριδανοῖο
βλήμενος ἐκ δίφροιο· καταιθομένης δʼ ἄρα γαίης
ὡς ἐτεόν περ ἄητο μέλας ἐνὶ ἠέρι καπνός·
Περσεὺς δʼ ἀντίθεος βλοσυρὴν ἐδάϊζε Μέδουσαν,
ἄστρων ᾗχι λοετρὰ πέλει καὶ τέρματα γαίης
πηγαί τʼ ὠκεανοῖο βαθυρρόου, ἔνθʼ ἀκάμαντι
ἠελίῳ δύνοντι συνέρχεται ἑσπερίη νύξ·
ἐν δὲ καὶ ἀκαμάτοιο μέγας πάϊς Ἰαπετοῖο
Καυκάσου ἠλιβάτοιο παρῃώρητο κολώνῃ
δεσμῷ ἐν ἀρρήκτῳ· κεῖρεν δέ οἱ αἰετὸς ἦπαρ
αἰὲν ἀεξόμενον· ὁ δʼ ἄρα στενάχοντι ἐῴκει.
καὶ τὰ μὲν ἄρ τεύξαντο κλυταὶ χέρες Ἡφαίστοιο
ὀβρίμῳ Ἡρακλῆι· ὁ δʼ ὤπασε παιδὶ φορῆναι
Ποίαντος, μάλα γάρ οἱ ὁμωρόφιος φίλος ἦεν.
αὐτὰρ ὁ κυδιόων ἐν τεύχεσι δάμνατο λαούς.
ὀψὲ δέ οἱ ἐπόρουσε Πάρις, στονόεντας ὀϊστοὺς
νωμῶν ἐν χείρεσσι μετὰ γναμπτοῖο βιοῖο
θαρσαλέως· τῷ γάρ ῥα συνήιεν ὕστατον ἦμαρ.