Ancient Greek
Book 10, lines 10.251-10.288
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 10.251-288
Not analysed yet
ὣς οἵ γʼ ἀμφοτέρωθεν ἀνηλέϊ Κηρὶ δαμέντες
ἀθρόοι ἀλλήλοισι δεδουπότες ἀμφεχέοντο.
αἰνὰ δʼ ἀνεστενάχιζε Πάρις· περὶ δʼ ἕλκεϊ θυμὸν
τείρετο· τὸν δʼ ἀλύοντα τάχʼ ἄμφεπον ἰητῆρες.
Τρῶες δʼ εἰς ἑὸν ἄστυ κίον· Δαναοὶ δʼ ἐπὶ νῆας
κυανέας ἀφίκοντο θοῶς· τοὺς γάρ ῥα κυδοιμοῦ
νύξ ἀπέπαυσε μέλαινα, μόγον δʼ ἐξείλετο γυίων
ὕπνον ἐπὶ βλεφάροισι πόνου ἀλκτῆρα χέασα.
ἀλλʼ οὐχ ὕπνος ἔμαρπτε θοὸν Πάριν ἄχρις ἐς ἠώ·
οὐ γάρ οἵ τις ἄλαλκε λιλαιομένων περ ἀμύνειν
παντοίοις ἀκέεσσιν, ἐπεί ῥά οἱ αἴσιμον ἦεν
Οἰνώνης ὑπὸ χερσὶ μόρον καὶ κῆρας ἀλύξαι,
ἢν ἐθέλῃ· ὁ δʼ ἄρʼ αἶψα θεοπροπίῃσι πιθήσας
ἤιεν οὐκ ἐθέλων· ὀλοὴ δέ μιν ἦγεν ἀνάγκη
κουριδίης εἰς ὦπα· λυγροί γε μὲν ἀντιόωντες
κὰκ κορυφῆς ὄρνιθες ἀΰτεον, οἱ δʼ ἀνὰ χεῖρα
σκαιὴν ἀΐσσοντες· ὁ δέ σφεας ἄλλοτε μέν που
δείδιεν εἰσορόων, ὁτὲ δʼ ἀκράαντα πέτεσθαι
ἔλπετο· τοὶ δέ οἱ αἰνὸν ὑπʼ ἄλγεσι φαῖνον ὄλεθρον.
ἷξε δʼ ἐς Οἰνώνην ἐρικυδέα· τὸν δʼ ἐσιδοῦσαι
ἀμφίπολοι θάμβησαν ἀολλέες ἠλὲ δαὶ αὐτὴ
Οἰνώνη· ὁ δʼ ἄρʼ αἶψα πέσεν παρὰ ποσσὶ γυναικὸς,
λυγρῇ ὑπʼ ὠτειλῇ δεδμημένος, ἥ οἱ ἄεξεν
ἀμφὶ μέλαινʼ ἐφύπερθε καὶ ἔνδοθι μέχρις ἱκέσθαι
μυελὸν ἐς λιπόωντα διʼ ὀστέου, οὕνεκα νηδὺν
φάρμακον αἰνὸν ἔπυθε κατʼ οὐτάμενον χρόα φωτός.
τείρετο δὲ στυγερῇ βεβολημένος ἦτορ ἀνίῃ·
ὡς δʼ ὅτε τις νούσῳ τε καὶ ἀργαλέῃ μέγα δίψῃ
αἰθόμενος κραδίην ἀδινὸν κέαρ αὐαίνηται,
ὅν τε περιζείουσα χολὴ φλέγει, ἀμφὶ δὲ νωθὴς
ψυχή οἱ πεπότητʼ ἐπὶ χείλεσιν αὐαλέοισιν
ἀμφότερον βιότου τε καὶ ὕδατος ἱμείρουσα·
ὣς τοῦ ὑπὸ στέρνοισι καταίθετο θυμὸς ἀνίῃ·
καί ῥʼ ὀλιγοδρανέων τοῖον ποτὶ μῦθον ἔειπεν·
ὦ γύναι αἰδοίη, μὴ δή νύ με τειρόμενόν περ
ἐχθήρῃς, ἐπεὶ ἄρ σε πάρος λίπον ἐν μεγάροισι
χήρην, οὐκ ἐθέλων περ· ἄγον δέ με Κῆρες ἄφυκτοι
εἰς Ἑλένην, ἧς εἴθε πάρος λεχέεσσι μιγῆναι
σῇσιν ἐν ἀγκοίνῃσι θανὼν ἀπὸ θυμὸν ὄλεσσα.