Ancient Greek
Book 10, lines 10.289-10.331
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 10.289-331
Not analysed yet
ἀλλʼ ἄγε, πρός τε θεῶν, οἵ τʼ οὐρανὸν ἀμφινέμονται,
πρός τε τεῶν λεχέων καὶ κουριδίης φιλότητος,
ἤπιον ἔνθεο θυμόν, ἄχος δʼ ἀλεγεινὸν ἄλαλκε
φάρμακʼ ἀλεξήσοντα καθʼ ἕλκεος οὐλομένοιο
θεῖσα, τά μοι μεμόρηται ἀπωσέμεν ἄλγεα θυμοῦ,
ἢν ἐθέλῃς· σῇσιν γὰρ ἐπὶ φρεσίν, εἴτε σαῶσαι
μήδεαι ἐκ θανάτοιο δυσηχέος, εἴτε καὶ οὐκί·
ἀλλʼ ἐλέαιρε τάχιστα καὶ ὠκυμόρων σθένος ἰῶν
ἐξάκεσʼ, ἕως μοι ἔτʼ ἀμφὶ μένος καὶ γυῖα τέθηλε·
μηδέ τί με ζήλοιο λυγροῦ μεμνημένη ἔμπης
καλλείψῃς θανέεσθαι ἀμειλίκτῳ ὑπὸ πότμῳ
πὰρ ποσὶ σοῖσι πεσόντα· λιταῖς δʼ ἀποθύμια ῥέξεις,
αἵ ῥα καὶ αὐταὶ Ζηνὸς ἐριγδούποιο θύγατρες
εἰσί, καὶ ἀνθρώποισιν ὑπερφιάλοις κοτέουσαι
ἐξόπιθε στονόεσσαν ἐπιθύνουσιν Ἐριννὺν
καὶ χόλον, ἀλλὰ σύ, πότνα, κακὰς ἀπὸ Κῆρας ἔρυκε
ἐσσυμένως, εἰ καί τι παρήλιτον ἀφραδίῃσιν.
ὣς ἄρʼ ἔφη· τῆς δʼ οὔτι φρένας παρέπεισε κελαινάς,
ἀλλά ἑ κερτομέουσα μέγʼ ἀχνύμενον προσέειπε·
τίπτε μοι εἰλήλουθας, ἐναντίον, ἥν ῥα πάροιθεν
κάλλιπες ἐν μεγάροισιν ἀάσπετα κωκύουσαν
εἵνεκα Τυνδαρίδος πολυκηδέος, ᾗ παριαύων
τέρπεο καγχαλόων, ἐπεὶ ἦ πολὺ φερτέρη ἐστὶν
τῆς σέο κουριδίης· τὴν γὰρ φάτις ἔμμεν ἀγήρω·
κείνην ἐσσυμένως γουνάζεο, μηδέ νύ μοί περ
δακρυόεις ἐλεεινὰ καὶ ἀλγινόεντα παραύδα·
αἴ γάρ μοι μέγα θηρὸς ὑπὸ κραδίῃ μένος εἴη
δαρδάψαι δέο σάρκας, ἔπειτα δέ θʼ αἷμα λαφύξαι,
οἷά με πήματʼ ἔοργας ἀτασθαλίῃσι πιθήσας.
σχέτλιε, ποῦ νύ τοί ἐστιν ἐϋστέφανος Κυθέρεια;
πῇ δὲ πέλει γαμβροῖο λελασμένος ἀκάματος Ζεύς;
τοὺς ἔχʼ ἀοσσητῆρας· ἐμῶν δʼ ἀπὸ τῆλε μελάθρων
χάζεο, καὶ μακάρεσσι καὶ ἀνδράσι πῆμʼ ἀλεγεινόν·
σεῖο γὰρ εἵνεκʼ, ἀλιτρέ, καὶ ἀθανάτους ἕλε πένθος,
τοὺς μὲν ἐφʼ υἱωνοῖς, τοὺς δʼ υἱάσιν ὀλλυμένοισιν.
ἀλλά μοι ἔρρε δόμοιο καὶ εἰς Ἑλένην ἀφίκανε,
ἧς σε χρεὼν νυκτός τε ταὶ ἤματος ἀσχαλόωντα
τρύζειν πὰρ λεχέεσσι πεπαρμένον ἄλγεϊ λυγρῷ
εἰσόκε σʼ ἰήνειεν ἀνιηρῶν ὀδυνάων.
ὣς φαμένη γοόωντα φίλων ἀπέπεμπε μελάθρων,
νηπίη· οὐδʼ ἄρʼ ἐφράσσαθʼ ἑὸν μόρον· ἦ γὰρ ἔμελλον
κείνου ἀποφθιμένοιο καὶ αὐτῇ Κῆρες ἕπεσθαι
ἐσσυμένως· ὣς γάρ οἱ ἐπέκλωσεν Διὸς Αἶσα.