Ancient Greek
Book 10, lines 10.371-10.405
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 10.371-405
Not analysed yet
τῆς δʼ ἄφαρ, ὡς ἐσάκουσε, τρόμῳ περιπάλλετο θυμός,
γυῖα δʼ ὑπεκλάσθησαν· ἔπος δʼ ὀλοφύρατο τοῖον·
ὤλεό μοι, φίλε τέκνον, ἐμοὶ δʼ ἐπὶ πένθεϊ πένθος
κάλλιπες αἰὲν ἄφυκτον, ἐπεὶ πολὺ φέρτατος ἄλλων
παίδων ἔσκες ἐμεῖο μεθʼ Ἕκτορα· τῷ νύ σε λυγρὴ
κλαύσομαι, εἰσόκε μοι κραδίῃ ἔνι πάλλεται ἦτορ·
οὐ γὰρ ἄνευ μακάρων τάδε πάσχομεν, ἀλλά τις Αἶσα
μήδετο λοίγια ἔργα, τὰ μὴ ὤφειλον ὀτλῆσαι,
ἀλλʼ ἔθανον τὸ πάροιθεν ἐν εἰρήνῃ τε καὶ ὄλβῳ·
νῦν δʼ ἐπὶ πήματι πῆμα μετʼ ὄμμασι δέρκομαι αἰεὶ
ἐλπομένη καὶ ἔτʼ ἄλλα κακώτερα θηήσασθαι,
παῖδας μὲν κταμένους, κεραϊζομένην δὲ πόληα
καὶ πυρὶ δαιομένην Δαναῶν ὑπὸ καρτεροθύμων,
σύν τε νυοὺς θύγατράς τε μετὰ Τρωῇσι καὶ ἄλλαις
ἑλκομένας ἅμα παισὶ δορυκτήτῳ ὑπʼ ἀνάγκῃ.
ὣς φάτο κωκύουσα· πόσις δέ οἱ οὔ τι πέπυστο·
ἀλλʼ ὁ παρʼ Ἕκτορος ἧστο τάφῳ ἐπὶ δάκρυα χεύων,
οὕνεκʼ ἄριστος ἔην καὶ ἐρύετο δούρατι πάτρην·
τοῦ πέρι πευκαλίμας ἀχέων φρένας οὔ τι πέπυστο.
ἀλλʼ Ἑλένη μάλα πολλὰ διηνεκέως γοόωσα
ἄλλα μὲν ἐν Τρώεσσιν ὀΰτεεν, ἄλλα δέ οἱ κῆρ
ἐν κραδίῃ μενέαινε· φίλον δʼ ἀνὰ θυμὸν ἔειπεν·
ἆνερ, ἐμοὶ καὶ Τρωσὶ καὶ αὐτῷ σοὶ μέγα πῆμα,
ὤλεο λευγαλέως· ἐμὲ δʼ ἐν στυγερῇ κακότητι
κάλλιπες ἐλπομένην ὀλοώτερα πήματʼ ἰδέσθαι.
ὡς ὄφελόν μʼ Ἅρπυιαι ἀνηρείψαντο πάροιθεν,
ὁππότε σοίγʼ ἑπόμην ὀλοῇ ὑπὸ δαίμονος Αἴσῃ·
νῦν δʼ ἄρα καὶ σοὶ πῆμα θεοὶ δόσαν ἠδʼ ἐμοὶ αὐτῇ
αἰνομόρῳ· πάντες δέ μʼ ἀάσπετον ἐρρίγασι,
πάντες δʼ ἐχθαίρουσιν ἐμόν κέαρ· οὐδέ πῃ οἶδα
ἐκφυγέειν· εἰ γάρ κε φύγω Δαναῶν ἐς ὅμιλον,
αὐτίκʼ ἀεικίσσουσιν ἐμὸν δέμας· εἰ δέ κε μίμνω,
Τρῶες καὶ Τρωαί με περισταδὸν ἄλλοθεν ἄλλοι
αἶψα διαρραίσουσι· νέκυν δʼ οὐ γαῖα καλύψει,
ἀλλὰ κύνες δάψουσι καὶ οἰωνῶν θοὰ φῦλα·
ὡς ὄφελόν μʼ ἕλεν Αἶσα, πάρος τάδε πήματʼ ἰδέσθαι.