Ancient Greek
Book 10, lines 10.332-10.370
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 10.332-370
Not analysed yet
τὸν δʼ ἄρʼ ἀπεσσύμενον λασίης ὑπὲρ ἄκριας Ἴδης
οἶμον ἐς ἐσχατιήν, ὄθι μιν μόρος αἰνὸς ἄγεσκε
λυγρὸν ἐπισκάζοντα καὶ ἀχνύμενον μέγα θυμῷ
Ἥρη τʼ εἰσενόησε καὶ ἄμβροτον ἦτορ ἰάνθη,
ἑζομένη κατʼ Ὄλυμπον, ὅπῃ Διὸς ἔπλετʼ ἀλωὴ.
καί ῥά οἱ ἀμφίπολοι πίσυρες σχεδὸν ἑδριόωντο,
τάς ποτʼ ἄρʼ Ἠελίῳ χαροπὴ δμηθεῖσα Σελήνη
γείνατʼ ἀνʼ οὐρανὸν εὐρὺν ἀτειρέας, οὐδὲν ὁμοίας
ἀλλήλαις· μορφῇ δὲ διέκριθεν ἄλλη ἀπʼ ἄλλης·
πρώτη μὲν θέρεος καματώδεος ἔλλαχε μοῖραν,
ἡ δʼ ἑτέρη χειμῶνι καὶ αἰγοκερῆι μέμηλε·
εἴαρι δʼ αὖ τριτάτη, τετράτη δʼ ἐπιτέρπετʼ ὀπώρῃ·
τέτρασι γὰρ μοίρῃσι βροτῶν διαμείβεται αἰών,
ἃς κεῖναι ἐφέπουσιν ἀμοιβαδόν· ἀλλὰ τὰ μέν που
αὐτῷ Ζηνὶ μέλοιτο κατʼ οὐρανόν· αἱ ὀάριζον
ὁππόσα λοίγιος Αἶσα περὶ φρεσὶν οὐλομένῃσι
μήδετο, Τυνδαρίδος στυγερὸν γάμον ἐντύνουσα
Δηιφόβῳ, καὶ μῆνιν ἀνιηρὴν Ἑλένοιο
καὶ χόλον ἀμφὶ γυναικός, ὅπως τέ μιν υἷες Ἀχαιῶν
ἤμελλον μάψαντες ἐν ὑψηλοῖσιν ὄρεσσι
χωόμενον Τρώεσσι θοὰς ἐπὶ νῆας ἄγεσθαι,
ὥς τέ οἱ ἐννεσίῃσι κραταιοῦ Τυδέος υἱὸς
ἑσπομένου Ὀδυσῆος ὑπὲρ μέγα τεῖχος ὀρούσας
Ἀλκαθόῳ στονόεντα φέρειν ἤμελλεν ὄλεθρον
ἁρπάξας ἐθέλουσαν ἐΰφρονα Τριτογένειαν,
ἥ τʼ ἔρυμα πτόλιός τε καὶ αὐτῶν ἔπλετο Τρώων·
οὐδὲ γὰρ οὐδὲ θεῶν τις ἀπειρέσιον χαλεπήνας
ἔσθενεν ὄλβιον ἄστυ διαπραθέειν Πριάμοιο
ἀθανάτης ἔμπροσθεν ἀκηδέος ἐμβεβαυίης·
οὐδέ οἱ ἄμβροτον εἶδος ἐτεκτήναντο σιδήρῳ
ἀνέρες, ἀλλά μιν αὐτὸς ἀπʼ Οὐλύμποιο Κρονίων
κάββαλεν ἐς Πριάμοιο πολυχρύσοιο πόληα.
καὶ τὰ μὲν ὣς ὀάριζε Διὸς δάμαρ ἀμφιπόλοισιν,
ἄλλα τε πόλλʼ ἐπὶ τοῖσι. Πάριν δʼ ἄρα θυμὸς ἐν Ἴδῃ
κάλλιπεν, οὐδʼ Ἑλένη μιν ἐσέδρακε νοστήσαντα·
ἀμφὶ δέ μιν Νύμφαι μέγʼ ἐκώκυον, οὕνεκʼ ἄρʼ αὐτοῦ
εἰσέτι που μέμνηντο κατὰ φρένας, ὅσσα πάροιθεν
ἐξέτι νηπιάχοιο συναγρομένῃς ὀάριζε·
σὺν δέ σφιν μύροντο βοῶν θοοὶ ἀγροιῶται
ἀχνύμενοι κατὰ θυμόν· ἐπεστενάχοντο δὲ βῆσσαι.
καὶ τότε δὴ Πριάμοιο πολυτλήτοιο γυναικὶ
δεινὸν Ἀλεξάνδροιο μόρον φάτο βουκόλος ἀνήρ·