Ancient Greek
Book 11, lines 11.345-11.387
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 11.345-387
Not analysed yet
ἀμφὶ δʼ ἄρʼ Ἰδαίῃσιν ἐριδμαίνεσκε πύλῃσιν
υἱὸς Ἀχιλλῆος· πονέοντο δέ οἱ πέρι πάντες
Μυρμιδόνες κρατεροῖο δαήμονες ἰωχμοῖο·
τοὺς δʼ ἀπὸ τείχεος εἶργον ἀπειρεσίοις βελέεσσι
θαρσαλέως Ἕλενός τε καὶ ὀβριμόθυμος Ἀγήνωρ,
Τρῶας ἐποτρύνοντες ἀνὰ μάθον· οἱ δὲ καὶ αὐτοὶ
προφρονέως μάρναντο φίλης περὶ τείχεσι πάτρης.
ἐς πεδίον δὲ πύλῃσι καὶ ὠκυπόρους ἐπὶ νῆας
νισσομένῃς Ὀδυσεύς τε καὶ Εὐρύπυλος πονέοντο
νωλεμέως· τοὺς δʼ ἠῢς ἀφʼ ἕρκεος ὑψηλοῖο
Αἰνείας λάεσσι μέγα φρονέων ἀπέρυκε.
πρὸς δὲ ῥόον Σιμόεντος ἔχεν πόνον ἀλγινόεντα
Τεῦκρος ἐϋμμελίης· ἄλλῃ δʼ ἔχεν ἄλλος ὀϊζύν.
καὶ τότʼ ἄρʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα κύδιμοι ἄνδρες
κείνου τεχνήεντι νόῳ ποτὶ μῶλον Ἄρηος
ἀσπίδας ἐντύναντο, βάλον δʼ ἐφύπερθε καρήνων
θέντες ἐπʼ ἀλλήλῃσι· μιῇ δʼ ἅπαν ἥρμοσεν ἁρμῇ·
φαίης κεν μεγάροιο κατηρεφὲς ἔμμεναι ἕρκος
πυκνόν, ὅ τʼ οὔτʼ ἀνέμοιο διέρχεται ὑγρὸν ἀέντος
ῥιπὴ ἀπειρεσίη οὔτʼ ἐκ Διὸς ἄσπετος ὄμβρος·
τοῖαι ἄρʼ Ἀργείων πεπυκασμέναι ἀμφὶ βοείαις
καρτύναντο φάλαγγες· ἔχον δʼ ἕνα θυμὸν ἐς ἀλκηι
εἰς ἓν ἀρηράμενοι· καθύπερθε δὲ Τρώιοι υἷες
βάλλον χερμαδίοισι· τὰ δʼ ὡς στυφελῆς ἀπὸ πέτρης
γαῖαν ἐπὶ τραφερὴν ἐκυλίνδετο· πολλὰ δὲ δοῦρα
καὶ βέλεα στονόεντα καὶ ἀλγινόεντες ἄκοντες
πήγνυντʼ ἐν σακέεσσι, τὰ δʼ ἐν χθονί, πολλὰ δʼ ἄπωθεν
μαψιδίως φορέοντο παραγναμφθέντα βελέμνοις
πάντοθε βαλλομένων· οἱ δὲ κτύπον οὔτι φέβοντο
ἄσπετον, οὐδʼ ὑπόεικον, ἅτε ψεκάδων ἀΐοντες
δοῦπον· ἄνω δʼ ὑπὸ τεῖχος ὁμῶς ἴσαν· οὐδέ τις αὐτῶν
νόσφιν ἀφειστήκει· συναρηράμενοι δʼ ἐφέποντο,
ὡς νέφος ἠερόεν, τό ῥά που περὶ χείματι μέσσῳ
αἰθέρος ἐξ ὑπάτοιο μακρὸν διέτεινε Κρονίων.
πουλὺς δʼ ἀμφὶ φάλαγγι βρόμος, καναχή θʼ ὑπὸ ποσσὶ
νισσομένων ἐτέτυκτο· κόνιν δʼ ἀπάτερθεν ἀῆται
ὀρνυμένην μάλα τυτθὸν ὑπὲρ δαπέδοιο φέρεσκον
αἰζηῶν μετόπισθε· περίαχε δʼ ἄκριτος αὐδή,
οἷον ὑπὸ σμήνεσσι περιβρομέουσι μέλισσαι·
ἆσθμα δʼ ἀνήιε πουλὺ χύδην, περίχευε δʼ ἀϋτμὴν
λαοῦ ἀποπνείοντος· ἀπειρέσιον δʼ ἄρα θυμῷ
Ἀτρεῖδαι κεχάροντο περὶ σφίσι κυδιόωντες
δερκόμενοι πολέμοιο δυσηχέος ἄτρομον ἕρκος·