Ancient Greek
Book 11, lines 11.388-11.435
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 11.388-435
Not analysed yet
ὥρμηναν δὲ πύλῃσι θεηγενέος Πριάμοιο
ἀθρόοι ἐγχριμφθέντες ὑπʼ ἀμφιτόμοις πελέκεσσι
ῥῆξαι τείχεα μακρά, πύλας δʼ εἰς οὖδας ἐρεῖσαι
θαιρῶν ἐξερύσαντες· ἔχεν δʼ ἄρα μῆτις ἀγαυὴ
ἐλπωρήν· ἀλλʼ οὔ σφιν ἐπήρκεσαν οὔτε βόειαι
οὔτε θοοὶ βουπλῆγες, ἐπεὶ μένος Αἰνείαο
ὄβριμον ἀμφοτέρῃς ἐπαρηρότα χείρεσι λᾶαν
ἐμμεμαὼς ἐφέηκε, δάμασσε δὲ τλήμονι πότμῳ
ἀνέρας, οὓς κατέμαρψεν ἐν ἀσπίσιν, εὖτʼ ἐν ὄρεσσι
φερβομένας ὑπὸ πρῶνα βίη κρημνοῖο ῥαγέντος
αἶγας, ὑποτρομέουσι δʼ ὅσαι σχεδὸν ἀμφινέμονται·
ὣς Δαναοὶ θάμβησαν· ὁ δʼ εἰσέτι λᾶας ὕπερθεν
βάλλεν ἐπασσυτέρους, κλονέοντο δὲ πάγχυ φάλαγγες·
ὡς δʼ ὅτʼ ἐν οὔρεσι πρῶνας Ὀλύμπιος οὐρανόθι Ζεὐς
ἀμφὶ μιῇ κορυφῇ συναρηρότας ἄλλυδις ἄλλον
ῥήξῃ ὑπὸ βροντῇσι καὶ αἰθαλόεντι κεραυνῷ,
ἀμφὶ δὲ μῆλα τρέμουσι καὶ ἄλλυδις ἄλλα φέβονται·
ὣς ἄρʼ Ἀχαιῶν υἷες ὑπέτρεσαν, οὕνεκʼ ἄρʼ αὐτῶν
Αἰνείας συνέχευε θοῶς ἔρυμα πτολέμοιο
ἀσπίσιν ἀκαμάτῃσι τετυγμένον, οὕνεκʼ ἄρʼ αὐτῷ
κάρτος ἀπειρέσιον θεὸς ὤσασεν· οὐδέ τις αὐτῶν
ἔσθενέ οἱ κατὰ δῆριν ἐναντίον ὄσσε βαλέσθαι,
οὕνεκά οἱ μάρμαιρε περὶ βριαροῖς μελέεσσι
τεύχεα θεσπεσίῃσιν ἐειδόμενα στεροπῇσιν·
εἱστήκει δέ οἱ ἄγχι δέμας κεκαλυμμένος ὄρφνῃ
δεινὸς Ἄρης, καὶ πάντα κατιθύνεσκε βέλεμνα
ἢ μόρον ἢ δέος αἰνὸν ἐπʼ Ἀργείοισι φέροντα·
μάρνατο δʼ ὡς ὁπότʼ αὐτὸς Ὀλύμπιος οὐρανόθι Ζεὺς
ἀσχαλόων ἐδάϊζεν ὑπέρβια φῦλα Γιγάντων
σμερδαλέων, καὶ γαῖαν ἀπειρεσίην ἐτίναξε
Τηθύν τʼ Ὠκεανόν τε καὶ οὐρανόν, ἀμφὶ δὲ πάντῃ
γυῖʼ ἐλελίζετʼ Ἄτλαντος ὑπʼ ἀκαμάτου Διὸς ὁρμῆς·
ὣς ἄρʼ ὑπʼ Αἰνείαο κατηρείποντο φάλαγγες
Ἀργείων ἀνὰ δῆριν· ὁ γὰρ περὶ τεῖχος ἁπάντῃ
ἔσσυτο δυσμενέεσσι χολούμενος, ἐκ δʼ ἄρα χειρῶν
πᾶν, ὅ τί παρέκυρσεν ἐπειγομένῳ ποτὶ μῶλον,
βάλλεν, ἐπεὶ μάλα πολλὰ κακῆς ἀλκτήρια χάρμης
κεῖτο μενεπτολέμων ἐπὶ τείχεσι Δαρδανιώνων,
τοῖσί περ Αἰνείας μεγάλῳ περὶ κάρτεϊ θύων
δυσμενέων ἀπέρυκε πολὺν στρατόν· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
Τρῶες καρτύναντο· κακὴ δʼ ἔχε πάντας ὀϊζὺς
ἀμφὶ πόλιν· πολλοὶ δὲ κατέκταθεν ἠμὲν Ἀχαιῶν
ἠδʼ ἄρα καὶ Τρώων· μέγα δʼ ἴαχον ἀμφοτέρωθεν,
Αἰνείας μὲν Τρωσὶ φιλοπτολέμοισι κελεύων
μάρνασθʼ ἀμφὶ πόληος ἑῆς ἀλόχων τε καὶ αὐτῶν
προφρονέως· υἱὸς δὲ μενεπτολέμου Ἀχιλῆος
Αργείους ἐκέλευε παρὰ κλυτὰ τείχεα Τροίης
μίμνειν, ἄχρι πόληα πυρὶ πρήσαντες ἕλωσι.