Ancient Greek
Book 11, lines 11.436-11.480
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 11.436-480
Not analysed yet
τοὺς δʼ ἄμφω στονόσσα καὶ ἄσπετος ἄμπεχʼ ἀϋτὴ
μαρναμένους πρόπαν ἦμαρ ἀνὰ κλόνον· οὐδέ τις ἦεν
ἄμπνευσις πολέμοιο λιλαιομένων ἀνὰ θυμὸν
τῶν μὲν ἑλεῖν πτολίεθρον ὑπʼ Ἄρεϊ, τῶν δὲ σαῶσαι.
Αἴας δʼ αὖτʼ ἀπάτερθε θρασύφρονος Αἰνείαο
μαρνάμενος Τρώεσσι κακὰς ἐπὶ κῆρας ἴαλλε
σφῇσιν ἑκηβολίῃσιν, ἐπεί ῥά οἱ ἄλλοτε μέν που
ἰθὺ βέλος πεπότητο διʼ ἠέρος, ἄλλοτε δʼ αὖτε
ἀλγινόεντες ἄκοντες· ἐπʼ ἄλλῳ δʼ ἄλλον ἔπεφνεν·
οἱ δὲ περιπτώσσοντες ἀμύμονος ἀνέρος ἀλκὴν
ἐς μόθον οὐκέτʼ ἔμιμνον· ἔλειπε δὲ τείχεα λαός.
καὶ τότε οἱ θεράπων πολὺ φέρτατος ἐν δαῒ Λοκρῶν
Ἀλκιμέδων ἐρίθυμος, ἑῷ πίσυνος βασιλῆι
κάρτεΐ τε σφετέρῳ καὶ θαρσαλέῃ νεότητι
ἐμμεμαὼς πολέμοιο θοοῖς ἐπεβήσατο ποσσὶ
κλίμακος, ὄφρα κέλευθον ἐπὶ πτόλιν ἀνδράσι θείη
λευγαλέην· σφετέρου δὲ καρήατος ἔμμεναι ἄλκαρ
ἀσπίδα θεὶς καθύπερθεν ἀνήιε λυγρὰ κέλευθα
ἄτρομον ἐνθέμενος κρακίῃ νόον· ἐν δʼ ἄρα χειρὶ
ἄλλοτε μὲν δόρυ πάλλεν ἀμείλιχον, ἄλλοτε δʼ αὖτε
εἷρπεν ἄνω· τὸν δʼ αἶψα διηερίη φέρεν οἶμος.
καί νύ κε κὴ Τρώεσσιν ἄχος γένετʼ, εἰ μὴ ἄρʼ αὐτῷ
ἤδη ὑπερκύπτοντι καὶ εἰσορόωντι πόληα
ὑστάτιον καὶ πρῶτον ἀφʼ ἕρκεος ὑψηλοῖο
Αἰνείας ἐπόρουσεν, ἐπεί ῥά μιν οὐ λάθεν ὁρμὴ
οὐδʼ ἀπάτερθεν ἐόντα· βάλεν δέ μιν εὐρέϊ πέτρῳ
κάκ κεφαλῆς· μεγάλη δὲ βίη κρατερόφρονος ἀνδρὸς
κλίμακά οἱ συνέαξεν· ὁ δʼ ὑψόθεν ἠΰτʼ ὀϊστὸς
ἔσσυτʼ ἀπὸ νευρῆς· ὀλοὸς δέ οἱ ἕσπετο πότμος
ἀμφελελιξαμένῳ· στονόεις δέ οἱ ἠέρι θυμὸς
αἶψα μίγη, πρὶν γαῖαν ἐπὶ στυφελὴν ἀφικέσθαι·
ἤριπε δʼ ἐν θώρηκι κατὰ χθονός, οὕνεκʼ ἄρʼ αὐτοῦ
νόσφιν ἀπεπλάγχθη βριαρὸν δόρυ καὶ σάκος εὐρὺ
καὶ κρατερὴ τρυφάλεια· περιστονάχησε δὲ Λοκρῶν
λαός, ὅτʼ ἔδρακον ἄνδρα κακῇ δεδμημένον ἄτῃ·
δὴ γάρ οἱ λασίοιο καρήατος ἄλλυδις ἄλλῃ
ἐγκέφαλος πεπάλακτο· συνηλοίηντο δὲ πάντα
ὀστέα καὶ θοὰ γυῖα λυγρῷ πεπαλαγμένα λύθρῳ.
καὶ τότε δὴ Ποίαντος ἐῢς πάϊς ἀντιθέοιο,
ὡς ἴδεν Αἰνείαν περὶ τείχεα μαιμώωντα
θηρὶ βίην ἀτάλαντον, ἄφαρ προέηκεν ὀϊστὸν
ἰθύνων ἐς φῶτα περικλυτόν· οὐδʼ ἀφάμαρτεν
ἀνέρος, ἀλλά οἱ οὔτι διʼ ἀσπίδος ἀκαμάτοιο
ἐς χρόα καλὸν ἵκανεν, ἀπέτραπε γὰρ Κυθέρεια
καὶ σάκος, ἀλλʼ ἄρα τυτθὸν ἐπέγραφε δέρμα βοείης.