Ancient Greek
Book 12, lines 12.294-12.335
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 12.294-335
Not analysed yet
τούνεκα ῥηιδίη μέν ἐς ἀργαλέην κακότητα
αἰζηοῖσι κέλευθος, ἀνιηρὴ δʼ ἐπὶ κῦδος,
μέσφʼ ὅτε τις στονόεντα πόνον διὰ ποσσὶ περήσῃ.
ὣς φάτο· τὸν δʼ Ἀχιλῆος ἀμείβετο κύδιμος υἱός·
ὦ γέρον, ὡς σύ γʼ ἔολπας ἐνὶ φρεσί, τοῦτο πέλοιτο
ἡμῖν εὐχομένοισιν, ἐπεὶ πολὺ λώιον οὕτως·
εἰ δʼ ἑτέρως ἐθέλουσι θεοί ,καὶ τοῦτο τετύχθω·
βουλοίμην γὰρ ὑπʼ Ἄρεϊ ἐϋκλειῶς ἀπολέσθαι,
ἠὲ φυγὼν Τροίηθεν ὀνείδεα πολλὰ φέρεσθαι.
ὣς εἰπὼν ὤμοισι κατʼ ἄμβροτα θήκατο τεύχη
πατρὸς ἑοῦ· τοὶ δʼ αἶψα καὶ αὐτοὶ θωρήχθησαν
ἡρώων οἱ ἄριστοι, ὅσοις θρασὺς ἔπλετο θυμός.
τούς μοι νῦν καθʼ ἕκαστον ἀνειρομένῳ σάφα Μοῦσαι
ἔσπεθʼ ,ὅσοι κατέβησαν ἄσω πολυχανδέος ἵππου·
ὑμεῖς γὰρ πᾶσάν μοι ἐνὶ φρεσὶ θήκατʼ ἀοιδήν,
πρίν μοι ἔτʼ ἀμφὶ παρειὰ κατασκίδνασθαι ἴουλον,
σμύρνης ἐν δαπέδοισι περικλυτὰ μῆλα νέμοντι
τρὶς τόσον Ἑρμοῦ ἄπωθεν, ὅσον βοόωντος ἀκοῦσαι,
Ἀρτέμιδος περὶ νηὸν Ἐλευθερίῳ ἐνὶ κήπῳ,
οὔρεΐ τʼ οὔτε λίην χθαμαλῷ οὔθʼ ὑψόθι πολλῷ.
πρῶτος μὲν κατέβαινεν ἐς ἵππον κητώεντα
υἱὸς Ἀχιλλῆος, σὺν δὲ κρατερὸς Μενέλαος
ἠδʼ Ὀδυσεὺς Σθένελός τε καὶ ἀντίθεος Διομήδης·
βῆ δὲ Φιλοκτήτης τε καὶ Ἄντικλος ἠδὲ Μενεσθεύς,
σὺν δὲ Θόας ἐρίθυμος ἰδὲ ξανθὸς Πολυποίτης,
Αἴας τʼ Εὐρύπυλός τε καὶ ἰσόθεος Θρασυμήδης,
Μηριόνης τε καὶ Ἰδομενεὺς ἀριδεικέτω ἄμφω,
σὺν δʼ ἄρʼ ἐϋμμελίης Ποδαλείριος Εὐρύμαχός τε
Τεῦκρός τʼ ἀντίθεος καὶ Ἰάλμενος ὀβριμόθυμος,
Θάλπιος Ἀντίμαχός τε μενεπτόλεμός τε Λεοντεύς·
σὺν δʼ Εὔμηλος ἔβη θεοείκελος Εὐρύαλός τε
Δημοφόων τε καὶ Ἀμφίμαχος κρατερός τʼ Ἀγαπήνωρ,
σὺν δʼ Ἀκάμας τε Μέγης τε κραταιοῦ Φυλέος υἱός·
ἄλλοι δʼ αὖ κατέβαινον, ὅσοι ἔσαν ἔξοχʼ ἄριστοι,
ὅσσους χάνδανεν ἵππος ἐΰξοος ἐντὸς ἐέργειν.
ἐν δέ σφιν πύματος κατεβήσατο δῖος Ἐπειός,
ὅς ῥα καὶ ἵππον ἔτευξεν· ἐπίστατο δʼ ᾦ ἐνὶ θυμῷ
ἠμὲν ἀναπτύξαι κείνου πτύχας ἠδʼ ἐπερεῖσαι·
τοὔνεκα δὴ πάντων βῆ δεύτατος· εἴρυσε δʼ εἴσω
κλίμακας, ᾖς ἀνέβησαν· ὁ δʼ αὖ μάλα πάντʼ ἐπερείσας
αὐτοῦ πὰρ κληῖδι καθέζετο· τοὶ δὲ σιωπῇ
πάντες ἔσαν μεσσηγὺς ὁμῶς νίκης καὶ ὀλέθρου.