Ancient Greek
Book 12, lines 12.336-12.376
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 12.336-376
Not analysed yet
οἱ δʼ ἄλλοι νήεσιν ἐπέπλεον εὐρέα πόντον
ἃς κλισίας πρήσαντες, ὅπῃ πάρος αὐτοὶ ἴαυον.
τοῖσι δὲ κοιρανέοντε δύω κρατερόφρονε φῶτε
σήμαινον, Νέστωρ τε καὶ αἰχμητὴς Ἀγαμέμνων·
τοὺς δὲ καἰ ἐλδομένους καταβήμεναι ἔνδοθεν ἵππου
Ἀργεῖοι κατέρυξαν, ἵνʼ ἐν νήεσσι μένοντες
λαοῖς σημαίνωσιν, ἐπεὶ πολὺ λώιον ἄνδρες
ἔργον ἐποίχονται, ὁπότʼ εἰσορόωσιν ἄνακτες·
τοὔνεκʼ ἄρʼ ἔκτοθι μίμνον ἀριστῆές περ ἐόντες.
οἱ δὲ θοῶς ἀφίκοντο πρὸς ἠιόνας Τενέδοιο·
εὐνὰς δʼ ἔνθʼ ἔβαλον κατὰ βένθεος· ἐκ δʼ ἔβαν αὐτοὶ
νηῶν ἐσσυμένως· ἀπὸ δʼ ἔκτοθι πείσματʼ ἔδησαν
ἠιόνων· αὐτοὶ δὲ παραυτόθι μίμνον ἕκηλοι
δέγμενοι, ὁππότε πυρσὸς ἐελδομένοισι φανείη.
οἱ δʼ ἄρʼ ἐν ἵππῳ ἔσαν δηΐων σχεδόν, ἄλλοτε μέν που
φθεῖσθαι ὀϊόμενοι, ὁτὲ ἱερὸν ἄστυ δαΐξαι·
καὶ τὰ μὲν ἐλπομένοισιν ἐπήλυθεν Ἠριγένεια.
Τρῶες εἰσενόησαν ἐπʼ ᾐόσιν Ἑλλησπόντου
καπνὸν ἔτʼ ἀΐσσοντα διʼ ἠέρος· οὐδʼ ἄρα νῆας
δέρκονθʼ, αἵ σφιν ἔνεικαν ἀφʼ Ἑλλάδος αἰνὸν ὄλεθρον.
γηθόσυνοι δʼ ἄρα πάντες ἐπέδραμον αἰγιαλοῖσι
τεύχἐ ἐφεσσάμενοι· ἔτι γὰρ δέος ἄμφεχε θυμόν·
ἵππον δʼ εἰσενόησαν ἐΰξοον. ἀμφὶ δʼ ἄρʼ αὐτῷ
θάμβεον ἑσταότες· μάλα γὰρ μέγα ἔργον ἐτὺχθη·
ἀγχόθι δʼ αὖτε Σίνωνα δυσάμμορον εἰσενόησαν·
καί μιν ἀνειρόμενοι Δαναῶν ὕπερ ἄλλοθεν ἄλλος
μέσσον ἐκυκλώσαντο περισταδόν· ἀμφὶ δὲ μύθοις
μειλιχίοις εἴροντο πάρος· μετέπειτα δʼ ὁμοκλῇ
σμερδαλέῃ· καὶ πολλὰ δολόφρονα φῶτα δάϊζον
πολλὸν ἐπὶ χρόνον αἰέν· ὁ δʼ ἔμπεδον ἠΰτε πέτρη
μίμνεν ἀτειρέα γυἶ ἐπιειμένος· ὀψὲ δʼ ἄρʼ αὐτοῦ
οὔαθʼ ὁμῶς καὶ ῥῖνας ἀπὸ μελέων ἐτάμοντο
πάμπαν ἀεικίζοντες, ὅπως νημερτέα εἴπῃ,
ὅππῃ ἔβαν Δαναοὶ σὺν νήεσιν, ἢ τί καὶ ἵππος
ἔνδον ἐρητύεσκεν. ὁ δʼ ἐνθέμενος φρεσὶ κάρτος
λώβης οὐκ ἀλέγιζεν ἀεικέος, ἀλλʼ ἐνὶ θυμῷ
ἔτλη καὶ πληγῇσι καὶ ἐν πυρὶ τειρόμενός περ
ἀργαλέως· Ἥρη γὰρ ἐνέπνευσεν μέγα κάρτος·
τοῖα δʼ ἄρʼ ἐν μέσσοισι δολοφρονέων ἀγόρευεν·
Ἀργεῖοι μέν νηυσὶν ὑπὲρ πόντοιο φέβονται
μακρῷ ἀκηδήσαντες ἐπὶ πτολέμῳ καὶ ἀνίῃ·