Ancient Greek
Book 12, lines 12.377-12.420
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 12.377-420
Not analysed yet
Κάλχαντος δʼ ἰότητι δαΐφρονι Τριτογενείῃ
ἵππον ἐτεκτήναντο, θεῆς χόλον ὄφρʼ ἀλέωνται
πάγχυ κοτεσσαμένης Τρώων ὕπερ· ἀμφὶ δὲ νόστου
ἐννεσίῃς Ὀδυσῆος ἐμοὶ μενέαινον ὄλεθρον,
ὄφρα με δῃώσωσι δυσηχέος ἄγχι θαλάσσης
δαίμοσιν εἰναλίοις. ἐμὲ δʼ οὐ λάθον, ἀλλʼ ἀλεγεινὰς
σπονδάς τʼ οὐλοχύτας τε μάλʼ ἐσσυμένως ὑπαλύξας
ἀθανάτων βουλῇσι παραὶ ποσὶ κάππεσον ἵππου·
οἱ δὲ καὶ οὐκ ἐθέλοντες ἀναγκαίῃ με λίποντο
ἁζόμενοι μεγάλοιο Διὸς κρατερόφρονα κούρην.
ὣς φάτο κερδοσύνῃσι καὶ οὐ κάμεν ἄλγεσι θυμόν·
ἀνδρὸς γὰρ κρατεροῖο κακὴν ὑποτλῆναι ἀνάγκην.
τῷ δʼ οἱ μὲν πεπίθοντο κατὰ στρατόν, οἱ δʼ ἄρʼ ἔφαντο
ἔμμεναι ἠπεροπῆα πολύτροπον, οἷς ἄρα βουλὴ
ἥνδανε Λαοκόωντος· ὁ γὰρ πεπνυμένα βάζων
φῆ δόλον ἔμμεναι αἰνὸν ὑπʼ ἐννεσίῃσιν Ἀχαιῶν,
πάντας δʼ ὀτρύνεσκε θοῶς ἐμπρησέμεν ἵππον,
ἵππον δουράτεον καὶ γνώμεναι εἴ τι κεκεύθει.
καί νύ κέ οἱ πεπίθοντο καὶ ἐξήλυξαν ὄλεθρον,
εἰ μὴ Τριτογένεια, κοτεσσαμένη περὶ θυμῷ
αὐτῷ καὶ Τρώεσσι καὶ ἄστεϊ, γαῖαν ἔνερθεν
θεσπεσίην ἐλέλιξεν ὑπαὶ ποσὶ Λαοκόωντος.
τῷ δʼ ἄφαρ ἔμπεσε δεῖμα· τρόμος δʼ ἀμφέκλασε γυῖα
ἀνδρὸς ὑπερθύμοιο· μέλαινα δέ οἱ περὶ κρατὶ
νὺξ ἐχύθη· στυγερὸν δὲ κατὰ βλεφάρων πέσεν ἄλγος,
σὺν δʼ ἔχεεν λασίῃσιν ὑπʼ ὀφρύσιν ὄμματα φωτός·
γλῆναι δʼ ἀργαλέῃσι πεπαρμέναι ἀμφʼ ὀδύνῃσι
ῥιζόθεν ἐκλονέοντο· περιστρωφῶντο δʼ ὀπωπαὶ
τειρόμεναι ὑπένερθεν· ἄχος δʼ ἀλεγεινὸν ἵκανεν
ἄχρι καὶ ἐς μήνιγγας ἰδʼ ἐγκεφάλοιο θέμεθλα·
τοῦ δʼ ὁτὲ μὲν φαίνοντο μεμιγμένοι αἵματι πολλῷ
ὀφθαλμοί, ὁτὲ δʼ αὖτε δυσαλθέα γλαυκιόωντες·
πολλάκι δʼ ἔρρεον οἷον ὅτε στυφελῆς ἀπὸ πέτρης
εἴβεται ἐξ ὀρέων νιφετῷ πεπαλαγμένον ὕδωρ·
μαινομένῳ δʼ ἤικτο, καὶ ἔδρακε διπλόα πάντα
αἰνὰ μάλα στενάχων. καὶ ἔτι Τρώεσσι κέλευεν,
οὐδʼ ἀλέγιζε μόγοιο· φάος δέ οἱ ἐσθλὸν ἄμερσε
δῖα θεά· λευκαὶ δʼ ἄρʼ ὑπὸ βλέφαρʼ ἔσταν ὀπωπαὶ
αἵματος ἐξ ὀλοοῖο· περιστενάχιζε δὲ λαὸς
οἰκτείρων φίλον ἄνδρα, καὶ ἀθανάτην Ἀγελείην
ἐρριγώς, μή τι παρήλιτεν ἀφραδίῃσιν,
καί σφιν ἐς αἰνὸν ὄλεθρον ἀνεγνάμφθη νόος ἔνδον,
δειδιότων, μὴ δή σφι καὶ αὐτοῖς ἄλγος ἕπηται
οὕνεκα λωβήσαντο δέμας μογεροῖο Σίνωνος
ἐλπόμενοι κατὰ θυμὸν ἐτήτυμα πάντʼ ἀγορεύσειν·