Ancient Greek
Book 12, lines 12.507-12.545
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 12.507-545
Not analysed yet
σπονδαὶ δʼ αἷμα γένοντο· θεῶν δʼ ἐξέρρεε δάκρυ,
καὶ νηοὶ δεύοντο λύθρῳ· στοναχαὶ δʼ ἐφέροντο
ἔκποθεν ἀπροφάτοιο· περισσείοντο δὲ μακρὰ
τείχεα καὶ πύργοι μεγάλʼ ἔκτυπον, ὡς ἀχέοντες·
αὐτόματοι δʼ ἄρʼ ὀχῆες ἀνωίγνυντο πυλάων
αἰνὸν κεκλήγοντες· ἐπεστενάχοντο δὲ λυγρὸν
ἐννύχιοι ὄρνιθες ἐρημαῖον βοόωντες·
ἄστρα δὲ πάντʼ ἐφύπερθε θεοδμήτοιο πόληος
ἀχλὺς ἀμφεκάλυψε καὶ ἀννεφέλου περ ἐόντος
οὐρανοῦ αἰγλήεντος· ἀπαυαίνοντο δὲ δάφναι
πὰρ νηῷ Φοίβοιο πάρος θαλεραί περ ἐοῦσαι·
ἐν δὲ λύκοι καὶ θῶες ἀναιδέες ὠρύσαντο
ἔντοσθεν πυλέων· μάλα μυρία δʼ ἄλλα φαάνθη
σήματα Δαρδανίδῃσι καὶ ἄστεϊ πῆμα φέροντα.
ἀλλʼ οὐ δεῖμʼ ἀλεγεινὸν ὑπὸ Τρώων φρένας ἷξε
δερκομένων ἀλεγεινὰ τεράατα πάντα κατʼ ἄστυ·
κῆρες γὰρ πάντων νόον ἔκβαλον, ὄφρʼ ἐπὶ δαιτὶ
πότμον ἀναπλήσωσιν ὑπʼ Ἀργείοισι δαμέντες.
οἴη δʼ ἔμπεδον ἦτορ ἔχεν πινυτόν τε νόημα
Κασσάνδρη, τῆς οὔποτʼ ἔπος γένετʼ ἀκράαντον,
ἀλλʼ ἄρʼ ἐτήτυμον ἔσκεν· ἀκούετο δʼ ἔκ τινος αἴσης
ὡς ἀνεμώλιον αἰέν, ἵνʼ ἄλγεα Τρωσὶ γένηται.
ἡ ῥʼ ὅτε σήματα λυγρὰ κατὰ πτόλιν εἰσενόησεν
εἰς ἕν ἅμʼ ἀΐσσοντα, μέγʼ ἴαχεν, εὖτε λέαινα,
ἥν ῥά τʼ ἐνὶ ξυλόχοισιν ἀνὴρ λελιημένος ἄγρης
οὐτάσῃ ἠὲ βάλῃ, τῆς δʼ ἐν φρεσὶ μαίνεται ἦτορ
πάντῃ ἀνʼ οὔρεα μακρά, πέλει δέ οἱ ἄσχετος ἀλκή·
ὥς ἄρα μαιμώωσα θεόπροπον ἔνδοθεν ἦτορ
ἤλυθεν ἐκ μεγάροιο· κόμαι δέ οἱ ἀμφεκέχυντο
ὤμοις ἀργυφέοισι μετάφρενον ἄχρις ἰοῦσαι·
ὄσσε δέ οἱ μάρμαιρεν ἀναιδέα· τῆς ὑπὸ δειρή,
ἐξ ἀνέμων ἅτε πρέμνον, ἄδην ἐλελίζετο πάντῃ.
καί ῥα μέγα στονάχησε καὶ ἴαχε παρθένος ἐσθλή·
ἆ δειλοί, νῦν βῆμεν ὑπὸ ζόφον· ἀμφὶ γὰρ ἡμῖν
ἔμπλειον πυρὸς ἄστυ καὶ αἵματος ἠδὲ καὶ οἴτου
λευγαλέου· πάντῃ δὲ τεράατα δακρυόεντα
ἀθάνατοι φαίνουσι, καὶ ἐν ποσὶ τέρματʼ ὀλέθρου.
σχέτλιοι, οὐδέ τι ἴστε κακὸν μόρον, ἀλλʼ ἅμα πάντες
χαίρετʼ ἄρʼ ἀφραδέοντες, οἳ ἠγάγετʼ ἐς πόλιν αὐτοὶ
Ἀργείων λυγρὸν ἵππον ὃ γὰρ μέγα πῆμα κέκευθεν.