Ancient Greek
Book 12, lines 12.546-12.585
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 12.546-585
Not analysed yet
ἀλλά μοι οὐ πείθεσθʼ, οὐδʼ εἰ μάλα πόλλʼ ἀγορεύω,
οὕνεκʼ Ἐριννύες ἄκρα γάμου κεχολωμέναι αἰνοῦ
ἀμφʼ Ἑλένης, καὶ Κῆρες ἀμείλιχοι ἀΐσσουσι
πάντῃ ἀνὰ πτολίεθρον· ἐπʼ εἰλαπίνῃ δʼ ἀλεγεινῇ
δαίνυσθʼ ὕστατα δόρπα κακῷ πεφορυγμένα λύθρῳ
ἤδη ἐπιψαύοντες ὁμὴν ὁδὸν εἰδώλοισι.
καί τις κερτομέων ὀλοφώιον ἔκφατο μῦθον·
ὦ κούρη Πριάμοιο, τί ἤ νύ σε μάργος ἀνώγει
γλῶσσα κακοφραδίη τʼ ἀνεμώλια πάντʼ ἀγορεύειν;
οὐδέ σε παρθενικὴ καὶ ἀκήρατος ἀμφέχει αἰδώς,
ἀλλά σε λύσσʼ ὀλοὴ περιδέδρομε· τῷ νύ σε πάντες
αἰὲν ἀτιμάζουσι βροτοὶ πολύμυθον ἐοῦσαν.
ἔρρε καὶ Ἀργείοισι κακὴν προτιόσσεο φήμην
ἠδʼ αὐτῇ· τάχα γάρ σε καὶ ἀργαλεώτερον ἄλγος
μίμνει Λαοκόωντος ἀναιδέος· οὐ γὰρ ἔοικεν
ἀθανάτων φίλα δῶρα δαϊζέμεν ἀφραδέοντα.
ὣς ἄρʼ ἔφη Τρώων τις ἀνὰ πτόλιν· ὥς δὲ καὶ ἄλλοι
κούρην μωμήσαντο καὶ οὐ φάσαν ἄρτια βάζειν,
οὕνεκʼ ἄρα σφίσι πῆμα καὶ ἀργαλέον μένος Αἴσης
ἄγχι παρειστήκει· τοὶ δʼ οὐ νοέοντες ὄλεθρον
κείνην κερτομέοντες ἀπέτρεπον εὐρέος ἵππου·
ἦ γάρ οἱ μενέαινε διὰ ξύλα πάντα κεδάσσαι,
ἠὲ καταπρῆσαι μαλερῷ πυρί· τοὔνεκα πεύκης
αἰθομένης ἔτι δαλὸν ἀπʼ ἐσχαρεῶνος ἑλοῦσα
ἔσσυτο μαιμώωσʼ· ἑτέρῃ δʼ ἐν χειρὶ φέρεσκεν
ἀμφίτυπον βουπλῆγα· λυγροῦ δʼ ἐπεμαίετο ἵππου,
ὄφρα λόχον στονόεντα καὶ ἀμφαδὸν ἀθρήσωσι
Τρῶες· τοὶ δέ οἱ αἶψα χερῶν ἀπὸ νόσφι βαλόντες
πῦρ ὀλοόν τε σίδηρον, ἀκηδέες ἐντύνοντο
δαῖτα λυγρήν· μάλα γάρ σφας ἐπήιεν ὑστατίη νύξ.
Ἀργεῖοι δʼ ἔντοσθεν ἐγήθεον εἰσαΐοντες
δαινυμένων ὅμαδον κατὰ Ἴλιον οὐδʼ ἀλεγόντων
Κασσάνδρης, τήν ῥʼ αὐτοὶ ἐθάμβεον, ὡς ἐτέτυκτο
ἀτρεκέως εἰδυῖα νόον καὶ μῆτιν Ἀχαιῶν.
Ἡ δʼ ἅτε πόρδαλις ἔσσυτʼ ἐν οὔρεσιν ἀσχαλόωσα,
ἥν τʼ ἀπὸ μεσσαύλοιο κύνες μογεροί τε νομῆες
σεύοντʼ ἐσσυμένως, ἡ δʼ ἄγριον ἦτορ ἔχουσα
ἐντροπαλιζομένη ἀναχάζεται τειρομένη περ·
ὣς ἥ εὐρέος ἵππου ἀπέσσυτο τειρομένη κῆρ
Τρώων ἀμφὶ φόνῳ· μάλα γὰρ μέγα δέχνυτο πῆμα.