Ancient Greek
Book 13, lines 13.415-13.456
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 13.415-456
Not analysed yet
ὣς φάθʼ· ὁ δʼ αἶψʼ ἐπίθησε. θεοὶ δʼ ἐρικυδέα Τροίην
κυανέοις νεφέεσσι καλυψάμενοι γοάασκον,
νόσφιν ἐϋπλοκάμου Τριτωνίδος ἠδὲ καὶ Ἥρης.
αἳ μέγα κυδιάασκον ἀνὰ φρένας, εὖτʼ ἐσίδοντο
περθόμενον κλυτὸν ἄστυ θεηγενέος Πριάμοιο.
ἀλλʼ οὐ μὰν οὐδʼ αὐτὴ ἐΰφρων Τριτογένεια
πάμπαν ἄδακρυς ἔην, ἐπεὶ ἦ ῥά οἱ ἔνδοθι νηοῦ
Κασσάνδρην ᾔσχυνεν Ὀϊλέος ὄβριμος υἱὸς
θυμοῦ τʼ ἠδὲ νόοιο βεβλαμμένος· ἡ δέ οἱ αἰνὸν
εἰσοπίσω βάλε πῆμα καὶ ἀνέρα τίσατο λώβης·
οὐδὲ μὲν ἔργον ἀεικὲς ἐσέδρακεν, ἀλλά οἱ αἰδὼς
καὶ χόλος ἀμφεχύθη· βλοσυρὰς δʼ ἔτρεψεν ὀπωπὰς
νηὸν ἐς ὑψόροφον· περὶ δʼ ἔβραχε θεῖον ἄγαλμα,
καὶ δάπεδον νηοῖο μέγ ἔτρεμεν· οὐδʼ ὅ γε λυγρῆς
λῆγεν ἀτασθαλίης, ἐπεὶ ἦ φρένας ἄασε Κύπρις.
πάντῃ δʼ ἄλλοθεν ἄλλα κατηρείποντο μέλαθρα
ὑψόθεν· ἀζαλέη δὲ κόνις συνερίσγετο καπνῷ·
ὦρτο δʼ ἄρα κτύπος αἰνός, ὑπετρομέοντο δʼ ἀγυιαί·
καίετο δʼ Αἰνείαο δόμος, καίοντο δὲ πάντα
Ἀντιμάχοιο μέλαθρα· καταίθετο δʼ ἄσπετος ἄκρη
Πέργαμον ἀμφʼ ἐρατὴν περί θʼ ἱερὸν Ἀπόλλωνος
νηόν τε ζάθεον Τριτωνίδος ἀμφί τε βωμὸν
Ἑρκείου· θάλαμοι δὲ κατεπρήθοντʼ ἐρατεινοὶ
υἱωνῶν Πριάμοιο· πόλις δʼ ἀμαθύνετο πᾶσα.
Τρῶες δʼ οἱ μὲν παισὶν ὑπʼ Ἀργείων ὀλέκοντο,
οἱ δʼ ὑπὸ λευγαλέου τε πυρὸς σφετέρων τε μελάθρων,
ἔνθα σφιν καὶ μοῖρα κακὴ καὶ τύμβος ἐτύχθη,
ἄλλοι δὲ ξιφέεσσιν ἑὸν διὰ λαιμὸν ἔλασσαν
πῦρ ἅμα δυσμενέεσσιν ἐπὶ προθύροισιν ἰδόντες,
οἱ δʼ ἄρʼ ὁμῶς τεκέεσσι κατακτείναντες ἄκοιτιν
κάππεσον ἄσχετον ἔργον ἀναπλήσαντες ἀνάγκῃ.
καί ῥά τις οἰόμενος δηΐων ἑκὰς ἔμμενʼ ἀϋτὴν
ἔκποθεν Ἡφαίστοιο θοῶς ἀνὰ κάλπιν ἀείρας
ὥρμηνεν πονέεσθαι ἐφʼ ὕδατι· τὸν δὲ παραφθὰς
Ἀργείων τις ἔτυψεν ὑπʼ ἔγχεϊ καί οἱ ὄλεσσε
θυμὸν ὑπʼ ἀκρὴτῳ βεβαρημένον· ἤριπε δʼ εἴσω
δώματος· ἀμφὶ δέ οἱ κενεὴ περικάππεσε κάλπις.
ἄλλῳ δʼ αὖ φεύγοντι διὰ μεγάροιο μεσόδμη
ἔμπεσε καιομένη, ἐπὶ δʼ ἤριπεν αἰπὺς ὄλεθρος.
πολλαὶ δʼ αὖτε γυναῖκες ἀνιηρὴν ἐπὶ φύζαν
ἐσσύμεναι μνήσαντο φίλων ὑπὸ δώματι παίδων,
οὓς λίπον ἐν λεχέεσσιν· ἄφαρ δʼ ἀνὰ ποσσὶν ἰοῦσαι
παισὶν ὁμῶς ἀπόλοντο δόμων ἐφύπερθε πεσόντων.