Ancient Greek
Book 13, lines 13.457-13.505
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 13.457-505
Not analysed yet
ἵπποι δʼ αὖτε κύνες τε διʼ ἄστεος ἐπτοίηντο
φεύγοντες στυγεροῖο πυρὸς μένος· ἀμφὶ δὲ ποσσὶ
στεῖβον ἀποκταμένους, ζωοῖσι δὲ πῆμα φέροντες
αἰὲν ἐνερρήγνυντο. βοὴ δʼ ἀμφίαχεν ἄστυ.
καί τινος αἰζηοῖο διὰ φλογὸς ἐσσυμένοιο
φθεγγομένου· τοὺς δʼ ἔνδον ἀμείλιχος Αἶσα δάμασσεν·
ἄλλον δʼ ἄλλα κέλευθα φέρον στονόεντος ὀλέθρου.
φλὸξ δʼ ἄρʼ ἐς ἠέρα δῖαν ἀνέγρετο· πέπτατο δʼ αἴγλη
ἄσπετος· ἀμφὶ δὲ φῦλα περικτιόνων ὁρόωντο
μέχρις ἐπʼ Ἰδαίων ὀρέων ὑψηλὰ κάρηνα
Θρηικίης τε Σάμοιο καὶ ἀγχιάλου Τενέδοιο·
καί τις ἁλὸς κατὰ βένθος ἔσω νεὸς ἔκφατο μῦθον·
ἤνυσαν Ἀργεῖοι κρατερόφρονες ἄσπετον ἔργον
πολλὰ μάλʼ ἀμφʼ Ἑλένης ἑλικοβλεφάροιο καμόντες,
πᾶσα δʼ ἄρʼ ἡ τὸ πάροιθε πανόλβιος ἐν πυρὶ Τροίη
καίεται· οὐδὲ θεῶν τις ἐελδομένοισιν ἄμυνε·
πάντα γὰρ ἄσχετος Αἶσα βροτῶν ἐπιδέρκεται ἔργα·
καὶ τὰ μὲν ἀκλέα πολλὰ καὶ οὐκ ἀρίδηλα γεγῶτα
κυδήεντα τίθησι, τὰ δʼ ὑψόθι μείονʼ ἔθηκε·
πολλάκι δʼ ἐξ ἀγαθοῖο πέλει κακόν, ἐκ δὲ κακοῖο
ἐσθλὸν ἀμειβομένοιο πολυτλήτου βιότοιο.
ὣς ἂρʼ ἔφη μερόπων τις ἀπόπροθεν ἄσπετον αἴγλην
εἰσορόων. στονόεσσα δʼ ἔτʼ ἄμφεχε Τρῶας ὀϊζύς·
Ἀργεῖοι δʼ ἀνὰ ἄστυ κυδοίμεον, ἠΰτʼ ἀῆται
λάβροι ἀπείρονα πόντον ὀρινόμενοι κλονέουσιν,
ὁππότʼ ἄρʼ ἀντιπέρηθε δυσαέος Ἀρκτούροιο
βηλὸν ἐς ἀστερόεντα Θυτήριον ἀντέλλῃσιν
ἐς νότον ἠερόεντα τετραμμένον, ἀμφὶ δʼ ἄρʼ αὐτῷ
πολλαὶ ὑπόβρυχα νῆες ἀμαλδύνοντʼ ἐνὶ πόντῳ
ὀρνυμένων ἀνέμων· τοῖς εἴκελοι υἷες Ἀχαιῶν
πόρθεον Ἴλιον αἰπύ· τὸ δʼ ἐν πυρὶ καίετο πολλῷ.
ἠΰτʼ ὄρος λασίῃσιν ἄδην καταείμενον ὕλῃς
ἐσσυμένως καίηται ὑπαὶ πυρὸς ὀρνυμένοιο
ἐξ ἀνέμων, δολιχαὶ δὲ περιβρομέουσι καλῶναι,
τῷ δʼ ἄρα λευγαλέως ἐνιτείρεται ἄγρια πάντα
Ἡφαίστοιο βίῃφι περιστρεφθέντα καθʼ ὕλην·
ὣς Τρῶες κτείνοντο κατὰ πτόλιν· οὐδέ τις αὐτοὺς
ῥύετʼ ἐπουρανίων· περὶ γὰρ λίνα πάντοθε Μοῖραι
μακρὰ περιστήσαντο, τά περ βροτὸς οὔποτʼ ἄλυξε.
καὶ τότε Δημοφόωντι μενεπτολέμῳ τʼ Ἀκάμαντι
Θησῆος μεγάλοιο διʼ ἄστεος ἤντετο μήτηρ
αἴθρη ἐελδομένη· μακάρων δέ τις ἡγεμόνευεν,
ὅς μιν ἄγεν κείνοισι καταντίον· ἡ δʼ ἀλάλυκτο
φεύγουσʼ ἐκ πολέμοιο καὶ ἐκ πυρός· οἱ δʼ ἐσιδόντες
αἴγλῃ ἐν Ἡφαίστοιο δέμας μέγεθός τε γυναικὸς
αὐτὴν ἔμμεν ἔφαντο θεηγενέος Πριάμοιο
ἀντιθέην παράκοιτιν· ἄφαρ δέ οἱ ἐμμεμαῶτες
χεῖρας ἐπερρίψαντο λιλαιόμενοί μιν ἄγεσθαι
ἐς Δαναούς· ἡ δʼ αἰνὸν ἀναστενάχουσα μετηύδα·