Ancient Greek
Book 14, lines 14.183-14.222
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 14.183-222
Not analysed yet
κύσσε δέ οἱ δειρὴν καὶ φάεα μαρμαίροντα
ἀσπασίως· καὶ τοῖα παρηγορέων προσέειπε·
χαῖρε, τέκος, καὶ μήτι δαΐζεο πένθεϊ θυμὸν
εἵνεκʼ ἐμεῖο θανόντος, ἐπεὶ μακάρεσσι θεοῖσιν
ἤδη ὁμέστιός εἰμι· σὺ δʼ ἴσχεο τειρόμενος κῆρ
ἀμφʼ ἐμέθεν, καὶ κάρτος ἄδην ἐμὸν ἔνθεο θυμῷ.
αἰεὶ δʼ Ἀργείων πρόμος ἵστασο μηδενὶ εἴκων
ἠνορέῃ· ἀγορῇ δὲ παλαιοτέροισι βροτοῖσι
πείθεο· καὶ νύ σε πάντες ἐΰφρονα μυθήσονται.
τῖε δʼ ἀμύμονας ἄνδρας, ὅσοις νόος ἔμπεδός ἐστιν·
ἐσθλῷ γὰρ φίλος ἐσθλὸς ἀνήρ, χαλεπῷ δ̓ἀλεγεινός.
ἢν δʼ ἀγαθὸν φρονέῃς, ἀγαθῶν καὶ τεύξεαι ἔργων·
κεῖνος δʼ οὔποτʼ ἀνὴρ Ἀρετῆς ἐπὶ τέρμαθʼ ἵκανεν,
ᾧτινι μὴ νόος ἐστὶν ἐναίσιμος· οὕνεκʼ ἄρʼ αὐτῆς
πρέμνον δύσβατόν ἐστι, μακρὸν δέ οἱ ἄχρις ἐπʼ αἴθρην
ὄζοι ἀνηέξηνθʼ· ὁπόσοισι δὲ κάρτος ὀπηδεῖ
καὶ πόνος, ἐκ καμάτου πολυγηθέα καρπὸν ἀμῶνται
εἰς Ἀρετῆς ἀναβάντες ἐϋστεφάνου κλυτὸν ἔρνος.
ἀλλʼ ἄγε, κύδιμος ἔσσο, καὶ ἐν φρεσὶ πευκαλίμῃσι
μήτʼ ἐπὶ πήματι πάγχυ δαΐζεο θυμὸν ἀνίῃ,
μήτʼ ἐσθλῷ μέγα χαῖρε· νόος δέ τοι ἤπιος ἔστω
ἔς τε φίλους ἑτάρους ἔς θʼ υἱέας ἔς τε γυναῖκα
μνωομένῳ κατὰ θυμόν, ὅτι σχεδὸν ἀνθρώποισιν
οὐλομένοιο μόροιο πύλαι καὶ δώματα νεκρῶν·
ἀνδρῶν γὰρ γένος ἐστὶν ὁμοίιον ἄνθεσι ποίης,
ἄνθεσιν εἰαρινοῖσι· τὰ μὲν φθινύθει, τὰ δʼ ἀέξει·
τοὔνεκα μείλιχος ἔσσο. καὶ Ἀργείοισιν ἔνισπε
Ἀτρείδῃ δὲ μάλιστʼ Ἀγαμέμνονι, εἴ γέ τι θυμῷ
μέμνηνθʼ, ὅσσʼ ἐμόγησα περὶ Πριάμοιο πόληα,
ἠδʼ ὅσα ληισάμην πρὶν Τρώιον οὖδας ἱκέσθαι,
τῷ μοι νῦν ποτὶ τύμβον ἐελδομένῳ περ ἀγόντων
ληίδος ἐκ Πριάμοιο Πολυξείνην εὔπεπλον
ὄφρα θοῶς ῥέξωσιν, ἐπεί σφισι χώομαι ἔμπης
μᾶλλον ἔτʼ ἢ τὸ πάρος Βρισηίδος· ἀμφὶ δʼ ἄρʼ οἶδμα
κινήσω πόντοιο, βαλῶ δʼ ἐπὶ χείματι χεῖμα,
ὄφρα καταφθινύθοντες ἀτασθαλίῃσιν ἑῇσι
μίμνωσʼ ἐνθάδε πολλὸν ἐπὶ χρόνον, εἰσόκʼ ἔμοιγε
λοιβὰς ἀμφιχέωνται ἐελδόμενοι μέγα νόστου·
αὐτὴν δʼ, εἴ κʼ ἐθέλωσιν, ἐπὴν ἀπὸ θυμὸν ἕλωνται,
κούρην ταρχύσασθαι ἀπόπροθεν οὔτι μεγαίρω.