Ancient Greek
Book 14, lines 14.223-14.266
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 14.223-266
Not analysed yet
ὣς εἰπὼν ἀπόρουσε θοῇ ἐναλίγκιος αὔρῃ·
αἶψα δʼ ἐς Ἠλύσιον πεδίον κίεν, ᾗχι τέτυκται
οὐρανοῦ ἐξ ὑπάτοιο καταιβασίη τʼ ἄνοδός τε
ἀθανάτοις μακάρεσσιν· ὁ δʼ, ὁππότε μιν λίπεν ὕπνος,
μνήσατο πατρὸς ἑοῖο· νόος δέ οἱ ἠῢς ἰάνθη.
ἀλλʼ ὅτʼ ἐς οὐρανὸν εὐρὺν ἀνήιεν Ἠριγένεια
νύκτα διασκεδάσασα, φάνη δʼ ἄρα γαῖα καὶ αἰθήρ,
δὴ τότʼ Ἀχαιῶν υἷες ἀπὲκ λεχέων ἀνόρουσαν
ἱέμενοι νόστοιο, νέας δʼ ἐς βένθεα πόντου
εἷλκον καγχαλόωντες ἀνὰ φρένας, εἰ μὴ ἄρʼ αὐτοὺς
ἐσσυμένους κατέρυκεν Ἀχιλλέος ὄβριμος υἱός,
εἰς ἀγορήν τʼ ἐκάλεσσε καὶ ἔκφατο πατρὸς ἐφετμήν·
κέκλυτέ μευ, φίλα τέκνα μενεπτολέμων Ἀργείων,
πατρὸς ἐφημοσύνην ἐρικυδέος, ἥν μοι ἔνισπε
χθιζὸς ἐνὶ λεχέεσσι διὰ κνέφας ὑπνώοντι·
φῆ γὰρ ἀειγενέεσσι μετέμμεναι ἀθανάτοισιν·
ἠνώγει δʼ ὑμέας τε καὶ Ἀτρείδην βασιλῆα,
ὄφρα οἱ ἐκ πολέμοιο γέρας περικαλλὲς ἄγοιτε
τύμβον ἐπʼ εὐρώεντα Πολυξείνην εὔπεπλον·
καί μιν ἔφη ῥέξαντας ἀπόπροθι ταρχύσασθαι·
εἰ δέ οἱ οὐκ ἀλέγοντες ἐπιπλώοιτε θάλασσαν,
ἠπείλει κατὰ πόντον ἐναντία κύματʼ ἀείρας
λαὸν ὁμῶς νήεσσι πολὺν χρόνον ἐνθάδʼ ἐρύξειν.
ὣς φαμένου πείθοντο, καὶ ὡς θεῷ εὐχετόωντο·
καὶ γὰρ δὴ κατὰ βένθος ἀέξετο κῦμα θυέλλῃ
εὐρύτερον καὶ μᾶλλον ἐπήτριμον, ἢ πάρος ἦεν,
μαινομένου ἀνέμοιο· μέγας δʼ ὀροθύνετο πόντος
χερσὶ Ποσειδάωνος· ὁ γὰρ κρατερῷ Ἀχιλῆι
ἦρα φέρεν· πᾶσαι δὲ θοῶς ἐνόρουσαν ἄελλαι
ἐς πέλαγος· Δαναοὶ δὲ μέγʼ εὐχόμενοι Ἀχιλῆι
πάντες ὁμῶς μάλα τοῖα πρὸς ἀλλήλους ὀάριζον·
ἀτρεκέως γενεὴ μεγάλου Διὸς ἦεν Ἀχιλλεύς·
τῷ καὶ νῦν θεός ἐστι, καὶ εἰ πάρος ἔσκε μεθʼ ἡμῖν·
οὐ γὰρ ἀμαλδύνει μακάρων γένος ἄμβροτος αἰών.
ὣς φάμενοι ποτὶ τύμβον Ἀχιλλέος ἀπονέοντο·
τὴν δʼ ἄγον, ἠῢτε πόρτιν ἐς ἀθανάτοιο θυηλὰς
μητρὸς ἀπειρύσσαντες ἐνὶ ξυλόχοισι βοτῆρες,
ἡ δʼ ἄρα μακρὰ βοῶσα κινύρεται ἀχνυμένη κῆρ·
ὣς τῆμος Πριάμοιο πάϊς περικωκύεσκε
δυσμενέων ἐν χερσίν· ἄδην δέ οἱ ἔκχυτο δάκρυ·
ὡς δʼ ὁπότε βριαρῷ ὑπὸ χέρματι καρπὸς ἐλαίης
οὔπω χειμερίῃσι μελαινόμενος ψεκάδεσσι
χεύῃ πολλὸν ἄλειφα, περιτρίζωσι δὲ μακρὰ
ἄρμενʼ ὑπὸ σπάρτοισι βιαζομένων αἰζηῶν·