Ancient Greek
Book 14, lines 14.267-14.307
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 14.267-307
Not analysed yet
ὣς ἄρα καὶ Πριάμοιο πολυτλήτοιο θυγατρὸς
ἑλκομένης ποτὶ τύμβον ἀμειλίκτου Ἀχιλῆος
αἰνὸν ὁμῶς στοναχῇσι κατὰ βλεφάρων ῥέε δάκρυ·
καί οἱ κόλπος ἔνερθεν ἐπλήθετο· δεύετο δὲ χρὼς
ἀτρεκέως ἀτάλαντος ἐϋκτεάνῳ ἐλέφαντι.
καὶ τότε λευγαλέοις ἐπὶ πένθεσι κύντερον ἄλγος
τλήμονος ἐς κραδίην Ἑκάβης πέσεν· ἐν δέ οἱ ἦτορ
μνήσατʼ ὀϊζυροῖο καὶ ἀλγινόεντος ὀνείρου,
τόν ῥʼ ἴδεν ὑπνώουσα παροιχομένῃ ἐνὶ νυκτί·
ἦ γὰρ ὀΐετο τύμβον ἔπʼ ἀντιθέου Ἀχιλῆος
ἑστάμεναι γοόωσα, κόμαι δέ οἱ ἄχρις ἐπʼ οὖδας
ἐκ κεφαλῆς ἐκέχυντο, καὶ ἀμφοτέρων ἀπὸ μαζῶν
ἔρρεε φοίνιον αἷμα ποτὶ χθόνα, δεῦε δὲ σῆμα·
τοῦ πέρι δειμαίνουσα καὶ ὀσσομένη μέγα πῆμα
οἰκτρὸν ἀνοιμώζεσκε, γόῳ δʼ ἐπὶ μακρὸν ἀΰτει·
εὖτε κύων προπάροιθε κινυρομένη μεγάροιο
μακρὸν ὑλαγμὸν ἵησι, νέον σπαραγεῦσα γάλακτι,
τῆς ἄπο νήπια τέκνα πάρος φάος εἰσοράασθαι
νόσφι βάλωσιν ἄνακτες ἕλωρ ἔμεν οἰωνοῖσιν,
ἡ δʼ ὁτὲ μέν θʼ ὑλακῇσι κινύρεται, ἄλλοτε δʼ αὖτε
ὠρυθμῷ, στυγερὴ δὲ διʼ ἠέρος ἔσσυτʼ ἀϋτή·
ὡς Ἑκάβη γοόωσα μέγʼ ἴαχεν ἀμφὶ θυγατρί·
ὤ μοι ἐγώ, τί νυ πρῶτα, τί δʼ ὕστατον ἀχνυμένη κῆρ
κωκύσω πολέεσσι περιπλήθουσα κακοῖσιν,
υἱέας ἢ πόσιν αἰνὰ καὶ οὐκ ἐπίελπτα παθόντας,
ἢ πόλιν ἠὲ θύγατρας ἀεικέας, ἢ ἐμὸν αὐτῆς
ἦμαρ ἀναγκαῖον καὶ δούλιον; οὕνεκα Κῆρες
σμερδαλέαι πολέεσσί μʼ ἐνειλήσαντο κακοῖσι.
τέκνον ἐμόν, σοὶ δʼ αἰνὰ καὶ οὐκ ἐπίελπτα καὶ αὐτῇ
ἄλγἐ ἐπεκλώσαντο· γάμου δʼ ἄπο νόσφι βάλοντο
ἐγγὺς ἐόνθʼ Ὑμεναῖον, ἐπεκρήναντο δʼ ὄλεθρον
ἄσχετον ἀργαλέον τε καὶ οὐ φατόν· ἦ γὰρ Ἀχιλλεὺς
καὶ νέκυς ἡμετέρῳ ἔτʼ ἰαίνεται αἵματι θυμόν·
ὥς μʼ ὄφελον μετὰ σεῖο, φίλον τέκος, ἤματι τῷδε
γαῖα χανοῦσα κάλυψε, πάρος σέο πότμον ἰδέσθαι.
ὣς φαμένης ἄλληκτα κατὰ βλεφάροιιν ἔχυντο
δάκρυα· λευγαλέον γὰρ ἔχεν μετὰ πένθεσι πένθος.
οἱ δʼ ὅτʼ ἔβαν ποτὶ τύμβον Ἀχιλλῆος ζαθέοιο,
δὴ τότε οἱ φίλος υἱὸς ἐρυσσάμενος θοὸν ἆορ
σκαιῇ μὲν κούρην κατερήτυε, δεξιτερῇ δὲ
τύμβῳ ἐπιψαύων τοῖον ποτὶ μῦθον ἔειπε·